Book 11
16
τιμιώτατον δ’ ἦν πάλαι τὸ τῶν ἐκπωμάτων κτῆμα. Ἀχιλλεύς οὖν ὡς ἐξαίρετόν τι εἶχεν ἀνάθημα δέπας, οὐδέ τις ἄλλος οὔτ’ ἀνδρῶν πίνεσκεν ἀπ’ αὐτοῦ οὔτε τεῳ σπένδεσκε θεῶν, ὅτε μὴ Διί. καὶ ὁ Πρίαμος δὲ τόν υἱόν λυτρούμενος τοῖς ἐπισημοτάτοις κειμηλίοις καὶ δέπας δίδωσι περικαλλές. αὐτός γε μήν ὁ Ζεύς τῆς Ἡρακλέους γενέσεως ἄξιον ἡγεῖται δῶρον Ἀλκμήνῃ δοθῆναι ποτήριον, ὅπερ Ἀμφιτρύωνι εἰκασθεὶς δίδωσιν, ἁ δ’ ὑποδεξαμένα θαήσατο χρύσεον αἶψα ποτήριον. τὸν δὲ Ἥλιον ὁ Στησίχορος ποτηρίῳ διαπλεῖν φησι τὸν ᾽ Ὠκεανόν, ᾧ καὶ τὸν Ἡρακλέα περαιωθῆναι ἐπὶ τὰς Γηρυόνου βόας ὁρμῶντα. οἴδαμεν δὲ καὶ τὸ Βαθυκλέους τοῦ Ἀρκάδος ποτήριον, ὃ σοφίας ἆθλον ὁ Βαθυκλῆς τῷ κριθέντι ἀρίστῳ τῶν καλουμένων ζ σοφῶν ἀπέλιπε. τὸ δὲ Νέστορος ποτήριον πολλοὶ κεραμεύουσι· πλεῖστοι γὰρ περὶ αὐτοῦ συνεγράψαντο. καὶ θεοφιλὲς δὲ τὸ ποτήριον χρυσέοις γοῦν δεπάεσσιν ἀλλήλους δεξιοῦνται. ἐλευθέριον δέ, φησί, καὶ ἐμμελῶς ἐν οἴνῳ διάγειν, μὴ κωθωνιζόμενον μηδὲ Θρᾳκίῳ νόμῳ ἄμυστιν οἰνοποτεῖν, ἀλλὰ τῷ πόματι φάρμακον ὑγείας ἐγκιρνάναι τὸν λόγον.
17
῝ ῝Ὅτι διὰ σπουδῆς εἶχον οἱ ἀρχαῖοι ἐγκόλαπτον ἱστορίαν ἔχειν ἐν ἐκπώμασιν. ἐν ταύτῃ δὲ τῇ τέχνῃ εὐδοκίμησαν Κίμων καὶ Ἀθηνοκλῆς. ἐχρῶντο δὲ καὶ λιθοκολλήτοις ἐκπώμασι. Μένανδρος δὲ πού φησι καὶ ποτήριον τορνευτὸν καὶ τορευτά. Ἀντιφάνης· ἄλλοι δὲ καὶ δὴ βακχίου παλαιγενοῦς ἀφρῷ σκιασθὲν χρυσοκόλλητον δέπας μεστὸν κύκλῳ τορευτὸν ἕλκουσι γνάθοις ὁλκῆς ἀπαύστοις, παντελῶς ἐστραμμένον τἄνω κάτω δεικνύντες. φησὶ πρός τινα Νικόμαχος· ὦ χαῖρε, χρυσόκλυστα καὶ χρυσοῦς ἐμῶν Φιλιππίδης· τὰ ποτήρι᾽· ἂν ἴδῃς τὰ παρεσκευασμένα, ἅπαντα χρυσᾶ, Τρόφιμε, νὴ τὸν Οὐρανόν, ὑπερήφαν’ ἔργ᾽. ἐγὼ μὲν ἐξέστην ἰδών. κρατῆρες ἀργυροῖ, κάδοι μείζους ἐμοῦ ὅτι Παρμενίων συγκεφαλαιούμενος ἐν ταῖς πρὸς Ἀλέξανδρον Ἐπιστολαῖς τὰ Περσικὰ λάφυρα ποτηρίων, φησί, χρυσῶν σταθμὸς τάλαντα Βαβυλώνια ο γ , μναῖ ν β . ποτηρίων λιθοκολλήτων σταθμὸς τάλαντα Βαβυλώνια ν ς , μναῖ λ δ .