Book 11
16
τιμιώτατον δ’ ἦν πάλαι τὸ τῶν ἐκπωμάτων κτῆμα. Ἀχιλλεὺς οὖν ὡς ἐξαίρετόν τι εἶχεν ἀνάθημα δέπας, ‘οὐδέ τις ἄλλος οὔτ᾽ ἀνδρῶν πίνεσκεν ἀπ’ αὐτοῦ οὔτε τεῳ σπένδεσκε θεῶν, ὅτε μὴ Διί ( Il. 16.225).’ καὶ ὁ Πρίαμος δὲ τὸν υἱὸν λυτρούμενος τοῖς ἐπισημοτάτοις κειμηλίοις καὶ δέπας δίδωσι περικαλλές (Il. 24.234). αὐτός γε μὴν ὁ Ζεὺς τῆς Ἡρακλέους γενέσεως ἄξιον ἡγεῖται δῶρον Ἀλκμήνῃ δοθῆναι ποτήριον, ὅπερ Ἀμφιτρύωνι εἰκασθεὶς δίδωσιν, ἃ δ’ ὑποδεξαμένα θαήσατο χρύσεον αἶψα ποτήριον. τὸν δὲ Ἥλιον ὁ Στησίχορος (fr. 8) ποτηρίῳ διαπλεῖν φησι τὸν ὠκεανόν, ᾧ καὶ τὸν Ἡρακλέα περαιωθῆναι ἐπὶ τὰς Γηρυόνου βόας ὁρμῶντα. οἴδαμεν δὲ καὶ τὸ Βαθυκλέους τοῦ Ἀρκάδος ποτήριον, ὃ σοφίας ἆθλον ὁ Βαθυκλῆς τῷ κριθέντι ἀρίστῳ τῶν καλουμένων ζʹ σοφῶν ἀπέλιπε. τὸ δὲ Νέστορος ποτήριον πολλοὶ καὶ κεραμεύουσι· πλεῖστοι γὰρ περὶ αὐτοῦ συνεγράψαντο. καὶ θεοφιλὲς δὲ τὸ ποτήριον· ‘χρυσέοις’ γοῦν ‘δεπάεσσιν ἀλλήλους’ δεξιοῦνται (Il. 4.3). ἐλευθέριον δέ, φησί, καὶ ἐμμελῶς ἐν οἴνῳ διάγειν, μὴ κωθωνιζόμενον μηδὲ Θρᾳκίῳ νόμῳ ἄμυστιν οἰνοποτεῖν, ἀλλὰ τῷ πόματι φάρμακον ὑγείας ἐγκιρνάναι τὸν λόγον.
17
ὅτι διὰ σπουδῆς εἶχον οἱ ἀρχαῖοι ἐγκόλαπτον ἱστορίαν ἔχειν ἐν ἐκπώμασιν. ἐν ταύτῃ δὲ τῇ τέχνῃ εὐδοκίμησαν Κίμων καὶ Ἀθηνοκλῆς. ἐχρῶντο δὲ καὶ λιθοκολλήτοις ἐκπώμασι. Μένανδρος δέ πού φησι (fr. 977 K) καὶ ποτήριον τορνευτὸν καὶ τορευτά. Ἀντιφάνης (II 115 K)· ἄλλοι δὲ καὶ δὴ βακχίου παλαιγενοῦς ἀφρῷ σκιὰ καὶ χρυσοκόλλητον δέπας μεστὸν κύκλῳ χορεῦον ἕλκουσι γνάθοις ὁλκῆς ἀπαύστοις, παντελῶς ἐστραμμένον τἄνω κάτω δεικνύντες. φησὶ πρός τινα Νικόμαχος (III 389 K)· ὦ χαῖρε χρυσόκλυστα καὶ χρυσοῦς ἐμῶν. Φιλιππίδης (III 309 K)· τὰ ποτήρι’ ἂν ἴδῃς τὰ παρεσκευασμένα· ἅπαντα χρυσᾶ, Τρόφιμε, νὴ τὸν Οὐρανόν, ὑπερήφανα. ἐγὼ μὲν γὰρ ἐξέστην ἰδών. κρατῆρες ἀργυροῖ, κάδοι καὶ μείζους ἐμοῦ ... ὅτι Παρμενίων συγκεφαλαιούμενος ἐν ταῖς πρὸς Ἀλέξανδρον Ἐπιστολαῖς τὰ Περσικὰ λάφυρα ‘ποτηρίων, φησί, χρυσῶν σταθμὸς τάλαντα Βαβυλώνια ογʹ, μναῖ νβʹ. ποτηρίων λιθοκολλήτων σταθμὸς τάλαντα Βαβυλώνια νϚʹ, μναῖ λδʹ.’