Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 11

18 ἔθος δ’ ἦν πρότερον ἐν τῷ ποτηρίῳ ὕδωρ ἐμβάλλεσθαι, μεθ’ ὃ τὸν οἶνον. Ξενοφάνης (fr. 4 B)· οὐδέ κεν ἐν κύλικι πρότερον κεράσειέ τις οἶνον ἐγχέας, ἀλλ’ ὕδωρ καὶ καθύπερθε μέθυ. Ἀνακρέων (fr. 62 B4)· φέρ’ ὕδωρ, φέρ’ οἶνον, ὦ παῖ, φέρε δ᾽ ἀνθεμεῦντας ἡμῖν στεφάνους ἔνεικον, ὡς δὴ πρὸς Ἔρωτα πυκταλίζω. πρὸ δὲ τούτων Ἡσίοδος (op. 593)· κρήνης τ’ ἀενάου καὶ ἀπορρύτου, ἥτ’ ἀθόλωτος, τρὶς ὕδατος προχέειν, τὸ δὲ τέτρατον ἱέμεν οἴνου. Θεόφραστος (om. Wimm)· ‘ἐπεὶ καὶ τὰ περὶ τὴν κρᾶσιν ἐναντίως εἶχε τὸ παλαιὸν τῷ νῦν παρ᾽ Ἕλλησιν ὑπάρχοντι. οὐ γὰρ τὸ ὕδωρ ἐπὶ τὸν οἶνον ἐπέχεον, ἀλλ’ ἐπὶ τὸ ὕδωρ τὸν οἶνον, ὅπως ἐν τῷ πίνειν ὑδαρεστέρῳ χρῷντο τῷ ποτῷ καὶ τούτου ποιησάμενοι τὴν ἀπόλαυσιν ἧττον ὀρέγοιντο τοῦ λοιποῦ. καὶ τὸ πλεῖστον δὲ εἰς τοὺς κοττάβους κατανήλισκον.’
19 ἔνδοξοι δὲ τορευταὶ Ἀθηνοκλῆς, Κράτης, Στρατόνικος, Μυρμηκίδης ὁ Μιλήσιος, Καλλικράτης ὁ Λάκων καὶ Μῦς, οὗ εἴδομεν σκύφον Ἡρακλεωτικὸν τεχνικῶς ἔχοντα Ἰλίου ἐντετορευμένην πόρθησιν, ἔχοντα ἐπίγραμμα τόδε· γραμμαὶ Παρρασίοιο, τέχνα Μυός. ἐμμὶ δὲ ἔργον Ἰλίου αἰπεινᾶς, ἃν ἕλον Αἰακίδαι.
20 ὅτι κλεινοὶ λέγονται παρὰ Κρησὶν οἱ ἐρώμενοι. σπουδὴ δὲ αὐτοῖς παῖδας ἁρπάζειν· καὶ τοῖς καλοῖς παρ’ αὐτοῖς ἄδοξόν ἐστιν ἐραστοῦ μὴ τυχεῖν. καλοῦνται δὲ οἱ ἁρπασθέντες παρασταθέντες. διδόασι δὲ τῷ ἁρπασθέντι στολὴν καὶ βοῦν καὶ ποτήριον· ἣν καὶ πρεσβύτεροι γενόμενοι φέρουσιν, ἵνα δῆλοι ὦσι κλεινοὶ γενόμενοι.
21 ὁρᾷς δ᾽, ὅταν πίνωσιν ἄνθρωποι, τότε πλουτοῦσι, διαπράττουσι, νικῶσιν δίκας, εὐδαιμονοῦσιν, ὠφελοῦσι τοὺς φίλους (Arist. Eq. 92). αὔξει γὰρ καὶ τρέφει μεγαλύνει τε τὴν ψυχὴν ἡ ἐν τοῖς πότοις διατριβή, ἀναζωπυροῦσα καὶ ἀνεγείρουσα μετὰ φρονήσεως τὸν ἑκάστου νοῦν, ὥς φησιν ὁ Πίνδαρος (fr. 218)· ἁνίκ’ ἀνθρώπων καματώδεες οἴχονται μέριμναι στηθέων ἔξω, πελάγει δ’ ἐν πολυχρύσοιο πλούτου πάντες ἴσᾳ νέομεν ψευδῆ πρὸς ἀκτάν· ὃς μὲν ἀχρήμων, ἀφνεὸς τότε, τοὶ δ’ αὖ πλουτέοντες ... εἶτ’ ἐπάγει· ἀέξονται φρένας ἀμπελίνοις τόξοις δαμέντες.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme