Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 11

22 ἀγκύλῃ ποτήριον πρὸς τὴν τῶν κοττάβων παιδιὰν χρήσιμον. Κρατῖνος· πιεῖν δὲ θάνατος οἶνον ἂν ὕδωρ ἐπῇ. ἀλλ’ ἴσον ἴσῳ μάλιστ’ ἀκράτου δύο χοᾶς πίνουσ’ ἀπ’ ἀγκύλης ἐπονομάζουσ᾽· ἅμα ἵησι λάταγας τῷ Κορινθίῳ πέει. καὶ Βακχυλίδης· εὖτε τὴν ἀπ᾽· ἀγκύλης ἵησι τοῖς νεανίαις, λευκὸν ἀντείνασα πῆχυν. ἐντεῦθεν ἐννοοῦμεν τοὺς παρ’ Αἰσχύλῳ ἀγκυλητοὺς κοττάβους. λέγονται δὲ καὶ δόρατα ἀγκυλητὰ καὶ μεσάγκυλα· ἀλλ’ ἀπὸ ἀγκύλης ἤτοι τῆς δεξιᾶς χειρός, καὶ ἡ κύλιξ δὲ ἡ ἀγκύλη διὰ τὸ ἐπαγκυλοῦν τὴν δεξιὰν χεῖρα ἐν τῇ προέσει. ἦν γὰρ τοῖς παλαιοῖς πεφροντισμένον καλῶς καὶ εὐσχημόνως κότταβον προίεσθαι. καὶ οἱ πολλοὶ ἐπὶ τούτῳ μᾶλλον ἐφρόνουν μέγα ἢ ἐπὶ τῷ εὖ ἀκοντίζειν. ὠνομάσθη οὖν ἀπὸ τοῦ τῆς χειρὸς σχηματισμοῦ, ὃν ποιούμενοι εὐρύθμως ἐρρίπτουν εἰς τὸ κοττάβιον. καὶ οἴκους δὲ ἐπιτηδείους κατεσκεύαζον εἰς ταύτην τὴν παιδιάν.
23 ὅτι παρὰ Τιμαχίδᾳ Αἰακίς ἡ κύλιξ καλεῖται. ἄκατος ποτήριον ἐοικὸς πλοίῳ. Ἐπικράτης· κατάβαλλε τἀκάτια, τὰ κυμβία αἴρου τὰ μείζω, κεὐθὺ τοῦ καρχησίου ἄνελκε τὴν γραῦν, τὴν νέαν δ’ ἐπουρίσας πλήρωσον, εὐτρεπῆ τε τὸν κοντὸν ποοῦ καὶ τοὺς κάλως ἔκλυε καὶ χάλα πόδα.
23 ἄωτον παρὰ Κυπρίοις τὸ ἔκπωμα, ὡς Πάμφιλος. Φιλίτας δὲ ποτήριον οὖς οὐκ ἔχον.
23 ἄροκλον ἡ φιάλη παρὰ τῷ Κολοφωνίῳ Νικάνδρῳ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme