Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 11

24 ἄλεισον καὶ δέπας τὸ αὐτό. Ὅμηρος ἐν Ὀδυσσείᾳ περὶ Πεισιστράτου· ἐν δ’ οἶνον ἔχευε χρυσείῳ δέπαι. εἶτα παρακατιὼν τὸ αὐτό· τούνεκα σοὶ δώσω χρύσειον ἄλεισον. καὶ ἑξῆς τὸ αὐτὸ πάλιν δῶκε δὲ Τηλεμάχῳ καλὸν δέπας ἀμφικύπελλον. φησὶν οὖν Ἀσκληπιάδης ὁ Μυρλεανός· δοκεῖ μοι φιαλῶδες εἶναι τὸ δέπας· σπένδουσι γὰρ ἐν αὐτῷ. λέγει γοῦν Ὅμηρος δέπας, δι’ οὗ Διὶ μόνῳ σπένδεσκεν Ἀχιλλεύς. καλεῖται δὲ δέπας ἤτοι ὅτι δίδοται πᾶσι τοῖς σπένδειν βουλομένοις εἴτε καὶ τοῖς πίνειν, ἢ ὅτι δύο ὦπας εἶχε· ταῦτα δὲ ἂν εἴη τὰ ὦτα. τὸ δὲ ἄλεισον ἤτοι ἀπὸ τοῦ ἄγαν λεῖον εἶναι ἢ ὅτι ἁλίζεται ἐν αὐτῷ τὸ ὑγρόν. ὅτι δὲ δύο ὦτα εἶχε δῆλον ἦτοι ὃ καλὸν ἄλεισον ἀναιρήσεσθαι ἔμελλε χρύσεον ἄμφωτον. ἀμφικύπελλον δὲ λέγων αὐτὸ οὐδὲν ἄλλο σημαίνει ἢ ὅτι ἦν ἀμφίκυρτον. Σιληνὸς δὲ ἀμφικύπελλόν φησι τὸ μὴ ἔχον ὦτα. ἄλλοι δὲ τὴν ἀμφὶ ἀντὶ τῆς περὶ εἶναι, ἵν’ ᾖ περίποτον, τὸ πανταχόθεν πίνειν ἐπιτήδειον. Παρθένιος δὲ διὰ τὸ περικεκυρτῶσθαι τὰ ὠτάρια· κυφὸν γὰρ εἶναι τὸ κυρτόν. ἀνίκητος δὲ τὸ μὲν κύπελλὸν φησι φιάλην εἶναι, τὸ δ’ ἀμφικύπελλον ὑπερφίαλον, τὸ ὑπερήφανον καὶ καλόν, εἰ μὴ ἄρα τὸ ποικίλον τῇ κατασκευῇ ἄλεισον θέλει τις ἀκούειν, ἔξω λειότητος ὄν. Πείσανδρος δέ φησιν Ἡρακλέα Τελαμῶνι τῆς ἐπὶ Ἴλιον στρατείας ἀριστεῖον ἄλεισον δοῦναι.
25 ὅτι ἐστὶ ποτήριον Ἀμαλθείας κέρας καὶ ἐνιαυτὸς καλούμενον.
25 ἄμφωξις ξύλινον ποτήριον ᾧ χρῆσθαι τοὺς ἀγροίκους Φιλίτας φησι, ἀμέλγοντας εἰς αὐτὸ καὶ οὕτως πίνοντας.
25 ἄμυστις. καλεῖται μὲν οὕτω πόσις τις, ἣν ἔστιν ἀπνευστὶ πίνειν μὴ μύσαντα. καλοῦσι δ’ οὕτω καὶ τὰ ποτήρια ἀφ᾽· ὧν ἔστι πιεῖν εὐμαρῶς. καὶ τὸ ῥῆμα δὲ ἐξημύστισε φασί, τὸ ὑφ’ ἓν πνεῦμα πιεῖν, ὡς ὁ κωμικὸς Πλάτων· λύσας διαρκῆ στάμνον εὐώδους ποτοῦ ἵησιν εὐθὺς κύλικος εἰς κοῖλον κύτος· ἔπειτ’ ἄκρατον κοὐ τεταργανωμένον ἔπινε κἀξημύστισεν. ἔπινον δὲ τὴν ἄμυστιν μετὰ μέλους, μεμετρημένου πρὸς ὠκύτητα χρόνου, ὡς Ἀμειψίας· αὔλει μοι μέλος· σὺ δ’ ᾆδε πρὸς τήνδ᾽ , ἐκπίομαι δ’ ἐγὼ τέως. αὔλει σύ, καὶ σὺ τὴν ἄμυστιν λάμβανε. β. οὐ χρὴ πόλλ’ ἔχειν θνητὸν ἄνθρωπον, ἀλλ’ ἐρᾶν καὶ κατεσθίειν· σὺ δὲ κάρτα φείδῃ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme