Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 11

28 ΒΑΥΚΑΛΙΣ. ἐν Ἀλεξανδρείᾳ καὶ αὕτη, ὡς Σώπατρος ὁ παρῳδός· βαυκαλὶς ἡ τετράκυκλος. καὶ πάλιν νᾶμα μελισσῶν ἡδὺ μὲν ὄρθρου καταβαυκαλίσαι τοῖς ὑπὸ πολλῆς κραιπαλοβόσκου δίψης κατόχοις. κατασκευάζουσι δέ, φησίν, οἱ ἐν Ἀλεξανδρείᾳ τὴν ὕαλον μεταρρυθμίζοντες πολλαῖς καὶ ποικίλαις ἰδέαις ποτηρίων, παντὸς τοῦ πανταχόθεν κατακομιζομένου κεράμου τὴν ἰδέαν μιμούμενοι. Λύσιππον τὸν ἀνδριαντοποιόν φασι Κασάνδρῳ χαριζόμενον, ὅτε συνῴκισε τὴν Κασάνδρειαν, φιλοδοξοῦντι καὶ βουλομένῳ ἴδιόν τινα εὑρέσθαι κέραμον διὰ τὸ πολὺν ἐξάγεσθαι τὸν Μενδαῖον οἶνον ἐκ τῆς πόλεως, φιλοτιμηθῆναι καὶ πολλὰ καὶ παντοδαπὰ γένη παραθέμενον κεραμίων ἐξ ἑκάστου ἀποπλασάμενον ἴδιον ποιῆσαι πλάσμα.
29 ΒΙΚΟΣ. Ξενοφῶν Ἀναβάσεως πρώτῳ (c. 9, 25)· ‘Κῦρος ἔπεμπε βίκους οἴνου ἡμιδεεῖς.’ ἐστὶ δὲ φιαλῶδες ποτήριον κατὰ τὸν Παριανὸν Πολυδεύκην.
29 ΒΟΜΒΥΛΙΟΣ, θηρίκλειον Ῥοδιακόν, οὗ περὶ τῆς ἰδέας Σωκράτης φησίν· ‘οἱ μὲν ἐκ φιάλης πίνοντες ὅσον θέλουσι τάχιστ᾽ ἀπαλλαγήσονται, οἱ δ’ ἐκ βομβυλιοῦ κατὰ μικρὸν στάζοντος ...’ ἐστὶ δὲ καὶ ζῷόν τι.
29 ΒΡΟΜΙΑΔΕΣ, ἔκπωμα ὅμοιον τοῖς μακροτέροις τῶν σκύφων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme