Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 11

31 γυάλας . Φιλίτας ἐν Ἀτάκτοις Μεγαρέας οὕτω φησὶ καλεῖν τὰ ποτήρια, γυάλας. Παρθένιος δ’ ὁ τοῦ Διονυσίου ἐν α περὶ τῶν παρὰ τοῖς ἱστορικοῖς Λέξεων ζητουμένων φησί· γυάλας ποτηρίου εἶδος, ὡς Μαρσύας γράφει ὁ ἱερεὺς τοῦ ʽ Ἡρακλέους οὕτως ᾽ ὅταν εἰσίῃ ὁ βασιλεὺς εἰς τὴν πόλιν, συναντᾶν οἴνου πλήρη γυάλαν ἔχοντά τινα, τὸν δὲ λαβόντα σπένδειν.᾽
32 δεῖνος. ὅτι καὶ τοῦτο ποτηρίου ὄνομα· Διονύσιος ὁ Σινωπεὺς ἐν Σῳζούσῃ καταλέγων ὀνόματα ποτηρίων μνημονεύει καὶ τούτου λέγων οὕτως ι ὅσα δ’ ἐστὶν εἴδη θηρικλείων τῶν καλῶν, γύναι, δικότυλοι, τρικότυλοι, δεῖνος μέγας χωρῶν μετρητήν, κυμβίον, σκύφοι, ῥυτά β. ποτήρι’ ἡ γραῦς, ἄλλο δ’ οὐδὲ ἓν βλέπει. δ’ ὁ φιλόσοφος ἐν τῷ περὶ Μεταλήψεως ι ε ἀπὸ τῶν κατασκευασάντων φησὶν ὀνομασθῆναι τήν τε Θηρίκλειον κύλικα καὶ τὴν Δεινιάδα Σέλευκος δ’ εἰπὼν ἐκπώματος εἶναι γένος τὸν δεῖνον παρατίθεται Στράττιδος ἐκ Μηδείας· οἶσθ’ ᾧ προσέοικεν, ὦ Κρέων, τὸ βρέγμα σου; ἐγᾦδα· δείνῳ περὶ κάτω τετραμμένῳ. Ἀρχέδικος δ’ ἐν Διαμαρτάνοντι παράγων οἰκέτην τινὰ περὶ ἑταιρίδων διαλεγόμενόν φησι· Νικοστράτην τιν’ ἤγαγον πρῴην σφόδρα γρυπήν, Σκοτοδίνην ἐπικαλουμένην ὅτι δεῖνὸν ποτ’ ἦρεν ἀργυροῦν ἐν τῷ σκότῳ. β. δεῖνον καὶ δεινόν, ὦ θεοί. ἐστὶ καὶ γένος ὀρχήσεως, ὡς Ἀπολλοφάνης ἐν Δαλίδι παρίστησιν οὑτοσὶ δεῖνος τι δεινος καὶ καλαθίσκος οὑτοσί. Τελέσιλλα δὲ ἡ Ἀργεία καὶ τὴν ἅλω καλεῖ δῖνον. Κυρηναῖοι δὲ τὸν ποδονιπτῆρα δεῖνον ὀνομάζουσιν, ὡς Φιλίτας φησιν ἐν Ἀτάκτοις.ι
33 δέπαστρον. Σιληνὸς καὶ Κλείταρχος ἐν Γλώσσαις παρὰ Κλειτορίοις τὰ ποτήρια καλεῖσθαι. Ἀντίμαχος δ’ ὁ Κολοφώνιος ἐν πέμπτῳ Θηβαίδος φησί· πάντα μάλ’ ὅσσ’ Ἄδρηστος ἐποιχομένους ἐκέλευσε ῥεξέμεν ἐν μὲν ὕδωρ, ἐν δ’ ἀσκηθὲς μέλι χεῦαν ἀργυρέῳ κρητῆρι, περιφραδέως κερόωντες· νώμησαν δὲ δέπαστρα θοῶς βασιλεῦσιν Ἀχαιῶν ἐνσχερὼ ἑστηῶσι, καὶ ἐς λοιβὴν χέον εἶθαρ χρυσείῃ προχόῳ. καὶ πάλιν ἄλλοι δὲ κρητῆρα πανάργυρον ἠδὲ δέπαστρα οἰσόντων χρύσεια, τὰ τ’ ἐν μεγάροισιν ἐμοῖσι κείαται. κἀν τοῖς ἑξῆς δέ φησι· καὶ χρύσεια δέπαστρα καὶ ἀσκηθέος κελέβειον ἔμπλειον μέλιτος, τὸ ῥὰ οἱ προφερέστερον εἴη.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme