Book 11
33
ΔΕΠΑΣΤΡΟΝ. Σιληνὸς καὶ Κλείταρχος ἐν Γλώσσαις παρὰ Κλειτορίοις τὰ ποτήρια καλεῖσθαι. Ἀντίμαχος δ’ ὁ Κολοφώνιος ἐν πέμπτῳ Θηβαίδος φησί (fr. 16 K)· πάντα μάλ’ ὅσσ’ Ἄδρηστος ἐποιχομένους ἐκέλευσε ῥεξέμεν· ἐν μὲν ὕδωρ, ἐν δ’ ἀσκηθὲς μέλι χεῦαν ἀργυρέῳ κρητῆρι, περιφραδέως κερόωντες· νώμησαν δὲ δέπαστρα θοῶς βασιλεῦσιν Ἀχαιῶν ἐνσχερὼ ἑστηῶσι, καὶ ἐς λοιβὴν χέον εἶθαρ χρυσείῃ προχόῳ. καὶ πάλιν (fr. 15)· ἄλλοι δὲ κρητῆρα πανάργυρον ἠδὲ δέπαστρα οἰσόντων χρύσεια, τά τ’ ἐν μεγάροισιν ἐμοῖσι κείαται. κἀν τοῖς ἑξῆς δέ φησι (fr. 17)· καὶ χρύσεια δέπαστρα καὶ ἀσκηθέος κελέβειον ἔμπλειον μέλιτος, τό ῥά οἱ προφερέστερον εἴη.