Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 11

36 ἔφηβος , τὸ καλούμενον ποτήριον ἐμβασικοίταν οὕτως φησὶ καλεῖσθαι Φιλήμων ὁ Ἀθηναῖος ἐν τῷ περὶ Ἀττικῶν Ὀνομάτων ἢ Γλωσσῶν. στέφανος δ’ ὁ κωμικὸς ἐν Φιλολάκωνί φησι· τούτῳ προέπιεν ὁ βασιλεὺς κώμην τινά. β. καινόν τι τοῦτο γέγονε νῦν ποτήριον;. κώμη μὲν οὖν τίς ἐστι περὶ τὴν Θουρίαν. β. εἰς τὰς Ῥοδιακὰς ὅλος ἀπηνέχθην ἐγὼ καὶ τοὺς ἐφήβους, Σωσία, τοὺς δυσχερεῖς.
37 ἡδυποτάδες. ταύτας φησὶν ὁ Σάμιος Λυγκεὺς Ῥοδίους ἀντιδημιουργήσασθαι πρὸς τὰς Ἀθήνησι θηρικλείους, Ἀθηναίων μὲν αὐτὰς τοῖς πλουσίοις διὰ τὰ βάρη χαλκευσαμένων τὸν ῥυθμὸν τοῦτον, Ῥοδίων δὲ διὰ τὴν ἐλαφρότητα τῶν ποτηρίων καὶ τοῖς πένησι τοῦ καλλωπισμοῦ τούτου μεταδιδόντων. μνημονεύει δ’ αὐτῶν καὶ Ἐπιγένης ἐν Ἡρωίνῃ διὰ τούτων ψυκτῆρα, κύαθον, κυμβία, ῥυτὰ τέτταρα, ἡδυποτίδας τρεῖς, ἡθμὸν ἀργυροῦν. Σῆμος δ’ ἐν πέμπτῃ Δηλιάδος ἀνακεῖσθαί φησιν ἐν Δήλῳ χρυσῆν ἡδυποτίδα Ἐχενίκης ἐπιχωρίας γυναικός, ἧς μνημονεύει καὶ ἐν τῇ η . Κρατῖνος δ’ ὁ νεώτερός φησι· παρ’ Ἀρχεφῶντος ἡδυποτίδας δώδεκα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme