Book 11
36
ΕΦΗΒΟΣ. τὸ καλούμενον ποτήριον ἐμβασικοίταν οὕτως φησὶ καλεῖσθαι Φιλήμων ὁ Ἀθηναῖος ἐν τῷ περὶ Ἀττικῶν Ὀνομάτων ἢ Γλωσσῶν. Στέφανος δ’ ὁ κωμικὸς ἐν Φιλολάκωνί φησι (III 360 K)· τούτῳ προέπιεν ὁ βασιλεὺς κώμην τινά. Β. καινόν τι τοῦτο γέγονε νῦν ποτήριον; Α. κώμη μὲν οὖν τίς ἐστι περὶ τὴν Θουρίαν. Β. εἰς τὰς Ῥοδιακὰς ὅλος ἀπηνέχθην ἐγὼ καὶ τοὺς ἐφήβους, Σωσία, τοὺς δυσχερεῖς.
37
ΗΔΥΠΟΤΙΔΕΣ. ταύτας φησὶν ὁ Σάμιος Λυγκεὺς Ῥοδίους ἀντιδημιουργήσασθαι πρὸς τὰς Ἀθήνησι θηρικλείους, Ἀθηναίων μὲν αὐτὰς τοῖς πλουσίοις διὰ τὰ βάρη χαλκευσαμένων τὸν ῥυθμὸν τοῦτον, Ῥοδίων δὲ διὰ τὴν ἐλαφρότητα τῶν ποτηρίων καὶ τοῖς πένησι τοῦ καλλωπισμοῦ τούτου μεταδιδόντων. μνημονεύει δ’ αὐτῶν καὶ Ἐπιγένης ἐν Ἡρωίνῃ διὰ τούτων (II 417 K)· ψυκτῆρα, κύαθον, κυμβία, ῥυτὰ τέτταρα, ἡδυποτίδας τρεῖς, ἡθμὸν ἀργυροῦν. Σῆμος δ’ ἐν πέμπτῃ Δηλιάδος (FHG IV 494) ἀνακεῖσθαί φησιν ἐν Δήλῳ χρυσῆν ἡδυποτίδα Ἐχενίκης ἐπιχωρίας γυναικός, ἧς μνημονεύει καὶ ἐν τῇ ηʹ. Κρατῖνος δ’ ὁ νεώτερός φησι (II 293 K)· παρ’ Ἀρχεφῶντος ἡδυποτίδας δώδεκα.