Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 11

39 Μίμνερμος δὲ Ναννοῖ ὁ ἐν εὐνῇ φησι χρυσῇ κατεσκευασμένῃ πρὸς τὴν χρείαν ταύτην ὑπὸ Ἡφαίστου τὸν Ἥλιον καθεύδοντα περαιοῦσθαι πρὸς τὰς ἀνατολάς, αἰνισσόμενος τὸ κοῖλον τοῦ ποτηρίου, λέγει δ’ οὕτως · ἠέλιος μὲν γὰρ πόνον ἔλλαχεν ἤματα πάντα, οὐδὲ ποτ’ ἄμπαυσις γίγνεται οὐδεμία ἵπποισίν τε καὶ αὐτῷ, ἐπὴν ῥοδοδάκτυλος Ἠὼς ᾽ ὠκεανὸν προλιποῦσ’ οὐρανὸν εἰσαναβῇ τὸν μὲν γὰρ διὰ κῦμα φέρει πολυήρατος εὐνή, κοιίλη Ἡφαίστου χερσὶν ἐληλαμένη χρυσοῦ τιμήεντος, ὑπόπτερος, ἄκρον ἐφ’ ὕδωρ εὕδονθ’ ἁρπαλέως χώρου ἀφ’ Ἑσπερίδων γαῖαν ἐς Αἰθιόπων, ἵνα δὴ θοὸν ἅρμα καὶ ἵπποι ἑστᾶσ’ ὄφρ’ Ἠὼς ἠριγένεια μόλῃ. ἔνθ’ ἐπεβήσεθ’ ἑῶν ὀχέων Ὑπερίονος υἱός. Θεόλυτος δ’ ἐν δευτέρῳ ῝ Ὥρων ἐπὶ λέβητός φησιν αὐτὸν διαπλεῦσαι, τοῦτο πρώτου εἰπόντος τοῦ τὴν Τιτανομαχίαν ποιήσαντος. Φερεκύδης δ’ ἐν τῇ τρίτῃ τῶν Ἱστοριῶν προειπὼν περὶ τοῦ ᾽ Ὠκεανοῦ ἐπιφέρει· ὁ δ’ Ἡρακλῆς ἕλκεται ἐπ’ αὐτὸν τὸ τόξον ὡς βαλῶν, καὶ ὁ Ἥλιος παύσασθαι κελεύει, ὁ δὲ δείσας παύεται. ἥλιος δὲ ἀντὶ τούτου δίδωσιν αὐτῷ τὸ δέπας τὸ χρύσεον ὃ αὐτὸν ἐφόρει σὺν ταῖς ἵπποις, ἐπὴν δύνῃ, διὰ τοῦ ᾽ Ὠκεανοῦ τὴν νύκτα πρὸς ἑῴην ἵν’ ἀνίσχει ὁ ἥλιος, ἔπειτα πορεύεται ʽ Ἡρακλῆς ἐν τῷ δέπαι τούτῳ ἐς τὴν Ἐρύθειαν. καὶ ὅτε δὲ ἦν ἐν τῷ πελάγει, ᾽ Ὠκεανὸς πειρώμενος αὐτοῦ κυμαίνει τὸ δέπας φανταζόμενος. ὁ δὲ τοξεύειν αὐτὸν μέλλει, καὶ αὐτὸν δείσας ᾽ Ὠκεανὸς παύσασθαι κελεύει.
40 ἠθάνιον. Ἑλλάνικος ἐν Αἰγυπτιακοῖς οὕτως γράφει· Αἰγυπτίων ἐν τοῖς οἴκοις κεῖται φιάλη χαλκέη καὶ κύαθος χάλκεος καὶ ἠθάνιον χάλκεον.
40 ἡμίτομος ἔκπωμά τι παρ’ Ἀττικοῖς ἀπὸ τοῦ σχήματος οὕτως ὀνομασθέν, φησὶν Πάμφιλος ἐν Γλώσσαις,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme