Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 11

38 ΗΡΑΚΛΕΙΟΝ. Πείσανδρος ἐν δευτέρῳ Ἡρακλείας (fr. 5 Ki) τὸ δέπας ἐν ᾧ διέπλευσεν ὁ Ἡρακλῆς τὸν Ὠκεανὸν εἶναι μέν φησιν Ἡλίου, λαβεῖν δ’ αὐτὸ παρ’ Ὠκεανοῦ τὸν Ἡρακλέα. μήποτε δὲ ἐπεὶ μεγάλοις ἔχαιρε ποτηρίοις ὁ ἥρως, διὰ τὸ μέγεθος παίζοντες οἱ ποιηταὶ καὶ συγγραφεῖς πλεῖν αὐτὸν ἐν ποτηρίῳ ἐμυθολόγησαν. Πανύασις δ’ ἐν πρώτῳ Ἡρακλείας (fr. 7 Ki) παρὰ Νηρέως φησὶ τὴν τοῦ Ἡλίου φιάλην κομίσασθαι τὸν Ἡρακλέα καὶ διαπλεῦσαι εἰς Ἐρύθειαν. ὅτι δὲ εἷς ἦν ὁ Ἡρακλῆς τῶν πλεῖστον πινόντων προείπομεν. ὅτι δὲ καὶ ὁ Ἥλιος ἐπὶ ποτηρίου διεκομίζετο ἐπὶ τὴν δύσιν Στησίχορος μὲν οὕτως φησίν (fr. 8 B)· ἆμος δ’ Ὑπεριονίδας δέπας ἐσκατέβαινε χρύσεον, ὄφρα δι’ Ὠκεανοῖο περάσας ἀφίκοιθ’ ἱερᾶς ποτὶ βένθεα νυκτὸς ἐρεμνᾶς ποτὶ ματέρα κουριδίαν τ’ ἄλοχον πάιδάς τε φίλους, ὃ δ’ ἐς ἄλσος ἔβα δάφναισι κατάσκιον ποσὶν πάις Διός. καὶ Ἀντίμαχος δ’ οὑτωσὶ λέγει (fr. 4 B)· τότε δὴ χρυσέῳ ἐν δέπαι Ἠέλιον πόμπευεν ἀγακλυμένη Ἐρύθεια. καὶ Αἰσχύλος ἐν Ἡλιάσιν (fr. 69 N)· ἔνθ’ ἐπὶ δυσμαῖς ισου πατρὸς Ἡφαιστοτευχὲς δέπας, ἐν τῷ διαβάλλει πολὺν οἰδματόεντα πόντου φέρει δρόμου πόρον οὐθεις, μελανίππου προφυγὼν ἱερᾶς νυκτὸς ἀμολγόν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme