Book 11
39
Μίμνερμος δὲ Ναννοῖ ἐν εὐνῇ φησι χρυσῇ κατεσκευασμένῃ πρὸς τὴν χρείαν ταύτην ὑπὸ Ἡφαίστου τὸν Ἥλιον καθεύδοντα περαιοῦσθαι πρὸς τὰς ἀνατολάς, αἰνισσόμενος τὸ κοῖλον τοῦ ποτηρίου. λέγει δ’ οὕτως (fr. 12 B4)· Ἠέλιος μὲν γὰρ ἔλαχεν πόνον ἤματα πάντα, οὐδέ ποτ’ ἄμπαυσις γίνεται οὐδεμία ἵπποισίν τε καὶ αὐτῷ, ἐπὴν ῥοδοδάκτυλος Ἠὼς ὠκεανὸν προλιποῦσ’ οὐρανὸν εἰσαναβῇ· τὸν μὲν γὰρ διὰ κῦμα φέρει πολυήρατος εὐνή, ποικίλη Ἡφαίστου χερσὶν ἐληλαμένη χρυσοῦ τιμήεντος, ὑπόπτερος, ἄκρον ἐφ’ ὕδωρ εὕδονθ’ ἁρπαλέως χώρου ἀφ’ Ἑσπερίδων γαῖαν ἐς Αἰθιόπων, ἵνα δὴ θοὸν ἅρμα καὶ ἵπποι ἑστᾶσ᾽, ὄφρ’ Ἠὼς ἠριγένεια μόλῃ. ἔνθ’ ἐπέβη ἑτέρων ὀχέων Ὑπερίονος υἱός. Θεόλυτος δ’ ἐν δευτέρῳ Ὥρων (FHG IV 515) ἐπὶ λέβητός φησιν αὐτὸν διαπλεῦσαι, τοῦτο πρώτου εἰπόντος τοῦ τὴν Τιτανομαχίαν ποιήσαντος (p. 312 Ki). Φερεκύδης δ’ ἐν τῇ τρίτῃ τῶν Ἱστοριῶν προειπὼν περὶ τοῦ Ὠκεανοῦ ἐπιφέρει (FHG I 80)· ‘ὁ δ’ Ἡρακλῆς ἕλκεται ἐπ’ αὐτὸν τὸ τόξον ὡς βαλῶν, καὶ ὁ Ἥλιος παύσασθαι κελεύει, ὃ δὲ δείσας παύεται. Ἥλιος δὲ ἀντὶ τούτου δίδωσιν αὐτῷ τὸ δέπας τὸ χρύσεον, ὃ αὐτὸν ἐφόρει σὺν ταῖς ἵπποις, ἐπὴν δύνῃ, διὰ τοῦ Ὠκεανοῦ τὴν νύκτα πρὸς ἑῴην, ἵν’ ἀνίσχει ὁ ἥλιος. ἔπειτα πορεύεται Ἡρακλῆς ἐν τῷ δέπαι τούτῳ ἐς τὴν Ἐρύθειαν. καὶ ὅτε δὲ ἦν ἐν τῷ πελάγει, Ὠκεανὸς πειρώμενος αὐτοῦ κυμαίνει τὸ δέπας φανταζόμενος. ὃ δὲ τοξεύειν αὐτὸν μέλλει, καὶ αὐτὸν δείσας Ὠκεανὸς παύσασθαι κελεύει.’
40
ΗΘΑΝΙΟΝ. Ἑλλάνικος ἐν Αἰγυπτιακοῖς οὕτως γράφει (FHG I 66)· ‘Αἰγυπτίων ἐν τοῖς οἴκοις κεῖται φιάλη χαλκῆ καὶ κύαθος χαλκοῦς καὶ ἠθάνιον χάλκεον.’
40
ΗΜΙΤΟΜΟΣ ἔκπωμά τι παρ’ Ἀττικοῖς ἀπὸ τοῦ σχήματος ὀνομασθέν, φησὶν Πάμφιλος ἐν Γλώσσαις.