Book 11
42
μνημονεύει τοῦ ἐκπώματος καὶ Ἀντιφάνης ἐν Ὁμοίοις οὕτως ὠς δ’ ἐδείπνησαν συνάψαι βούλομαι γὰρ τἀν μέσῳ καὶ Διὸς σωτῆρος ἦλθε Θηρίκλειον ὄργανον, τῆς τρυφερᾶς ἀπὸ Λέσβου σεμνοπόνου σταγόνος πλῆρες, ἀφρίζον, ἕκαστος δεξιτερᾷ δ’ ἔλαβεν καὶ Εὔβουλος ἐν μὲν Δόλωνι· διένιψα δ’ οὐδὲν σκεῦος οὐδεπώποτε· καθαρώτερον γὰρ τὸν κέραμον εἰργαζόμην ἢ Θηρικλῆς τὰς κύλικας, ἡνίκ’ ἦν νέος. ἐν δὲ Κυβευταῖς· ἄρτι μὲν μάλ’ ἀνδρικὴν τῶν θηρικλείων ὑπεραφρίζουσαν σορόν κωθωνόχειλον, ψηφοπεριβομβήτριαν, μέλαιναν, εὐκύκλωτον, ὀξυπύνδακα, στίλβουσαν, ἀνταυγοῦσαν, ἐκνενιμμένην, κισσῷ κάρα βρύουσαν, ἐπικαλούμενοι εἷλκον Διὸς σωτῆρος. Ἀραρὼς δ’ ἢ Εὔβουλος ἐν Καμπυλίωνι· ὦ γαῖα κεραμί, τίς σε Θηρικλῆς ποτε ἔτευξε κοίλης λαγόνος εὐρύνας βάθος; ἦ που κατειδὼς τὴν γυναικείαν φύσιν ὡς οὐχὶ μικροῖς ἥδεται ποτηρίοις. Ἄλεξις δ’ ἐν Ἱππεῖ· καὶ θηρίκλειός τις κύλιξ, στέφανον κύκλῳ ἔχουσα χρυσοῦν οὐ γὰρ ἐπίτηκτὸν τινα. καὶ ἐν Ἱππίσκῳ. μεστὴν ἀκράτου θηρίκλειον ἔσπασε κοίλην ὑπερθύουσαν.