Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 11

45 κάδος. Σιμμίας ποτήριον, παρατιθέμενος Ἀνακρέοντος· ἠρίστησα μὲν ἰτρίου λεπτοῦ μικρὸν ἀποκλάς, οἴνου δ’ ἐξέπιον κάδον. Ἐπιγένης δ’ ἐν Μνηματίῳ φησίν κρατῆρες, κάδοι, ὁλκεῖα, κρουνεῖ᾽. β. ἔστι γὰρ κρουνεῖα; α. ναί λουτήρι’ ἀλλὰ τί καθ’ ἕκαστον δεῖ λέγειν; ὄψει γὰρ αὐτός. β. βασιλέως υἱὸν λέγεις Καρῶν ἀφῖχθαι; α. δηλαδὴ, Πιξώδαρον. Ἡδύλος Ἐπιγράμμασι· πίνωμεν καὶ γάρ τι νέον, καὶ γάρ τι παρ’ οἶνον εὕροιμ’ ἂν λεπτὸν καί τι μελιχρὸν ἔπος. ἀλλὰ κάδοις Χίου με κατάβρεχε καὶ λέγε παῖζε, Ἡδύλε. μισῶ ζῆν ἐς κενόν, οὐ μεθύων. καὶ ἐν ἄλλῳ· ἐξ ἠοῦς εἰς νύκτα καὶ ἐκ νυκτῶν πάλι Σωκλῆς εἰς ἠοῦν πίνει τετραχόοισι κάδοις, εἶτ’ ἐξαίφνης που τυχὸν οἴχεται. ἀλλὰ παρ’ οἶνον Σικελίδεω παίζει πουλὺ μελιχρότερον, ἐστὶ δὲ καὶ πολὺ δὴ στιβαρώτερος. ὡς δ’ ἐπιλάμπει ἡ χάρις, ὥστε φίλος καὶ γράφε καὶ μέθυε. Κλείταρχος δ’ ἐν ταῖς Γλώσσαις τὸ κεράμιόν φησιν Ἴωνας κάδον καλεῖν. Ἡρόδοτος δ’ ἐν τῇ τρίτῃ φοινικηίου, φησίν, οἴνου κάδον.
46 καδίσκος ;. Φιλήμων ἐν τῷ προειρημένῳ συγγράμματι ποτηρίου εἶδος. ἀγγεῖον δ’ ἐστὶν ἐν ᾧ τοὺς κτησίους Δίας ἐγκαθιδρύουσιν, ὡς Αὐτοκλείδης φησὶν ἐν τῷ Ἐξηγητικῷ γράφων οὕτως· Διὸς κτησίου σημεῖα ἱδρύεσθαι χρὴ ὧδε· καδίσκον καινὸν δίωτον ἐπίθημα ἔχοντα στέψαι τὰ ὦτα ἐρίῳ λευκῷ καὶ ἐκ τοῦ ὤμου τοῦ δεξιοῦ καὶ ἐκ τοῦ μετώπου τοῦ κροκίου, καὶ ἐσθεῖναι ὅ τι ἂν εὕρῃς καὶ εἰσχέαι ἀμβροσίαν. ἡ δ’ ἀμβροσία ὕδωρ ἀκραιφνές, ἔλαιον, παγκαρπία· ἅπερ ἔμβαλε. μνημονεύει τοῦ καδίσκου καὶ Στράττις ὁ κωμικὸς ἐν Λημνομέδᾳ λέγων οὕτως· Ἑρμῆς, ὃν ἕλκουσ’ οἱ μὲν ἐκ προχοιδίου, οἱ δ’ ἐκ καδίσκου σ’ ἴσον ἴσῳ κεκραμένον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme