Book 11
46
ΚΑΔΙΣΚΟΣ. Φιλήμων ἐν τῷ προειρημένῳ (p. 469a) συγγράμματι ποτηρίου εἶδος. ἀγγεῖον δ’ ἐστὶν ἐν ᾧ τοὺς κτησίους Δίας ἐγκαθιδρύουσιν, ὡς Ἀντικλείδης φησὶν ἐν τῷ Ἐξηγητικῷ γράφων οὕτως (fr. 13 M)· ‘Διὸς κτησίου σημεῖα ἱδρύεσθαι χρὴ ὧδε· καδίσκον καινὸν δίωτον ἐπιθηματοῦντα στέψαι τὰ ὦτα ἐρίῳ λευκῷ καὶ ἐκ τοῦ ὤμου τοῦ δεξιοῦ καὶ ἐκ τοῦ μετώπου .... τοῦ κροκίου, καὶ ἐσθεῖναι ὅ τι ἂν εὕρῃς καὶ εἰσχέαι ἀμβροσίαν. ἡ δ’ ἀμβροσία ὕδωρ ἀκραιφνές, ἔλαιον, παγκαρπία· ἅπερ ἔμβαλε.’ μνημονεύει τοῦ καδίσκου καὶ Στράττις ὁ κωμικὸς ἐν Λημνομέδᾳ λέγων οὕτως (I 717 K)· Ἑρμῆς, ὃν ἕλκουσ’ οἳ μὲν ἐκ προχοιδίου, οἳ δ’ ἐκ καδίσκου σ᾽ ἴσον ἴσῳ κεκραμένον.
47
ΚΑΝΘΑΡΟΣ. ὅτι μὲν πλοίου ὄνομα κοινόν, ὅτι δὲ καὶ ποτήριόν τι οὕτω καλεῖται Ἀμειψίας ἐν Ἀποκοτταβίζουσί φησι (I 670 K)· ἡ Μανία, φέρ’ ὀξύβαφα καὶ κανθάρους. Ἄλεξις δ’ ἐν Κρατείᾳ (II 338 K) — ὁ δὲ λόγος περί τινος ἐν καπηλείῳ πίνοντοσ — εἶθ’ ὁρῶ τὸν Ἑρμαίσκον τῶν ἁδρῶν τούτων τινὰ κάνθαρον καταστρέφοντα, πλησίον δὲ κείμενον στρωματέα τε καὶ γύλιον αὐτοῦ. Εὔβουλος δ’ ἐν Παμφίλῳ πολλάκις μεμνημένος τοῦ ὀνόματός φησιν (II 192 K)· ἐγὼ δὲ (καὶ γὰρ ἔτυχεν ὂν καταντικρὺ τῆς οἰκίας καινὸν καπηλεῖον μέγα) ἐνταῦθ’ ἐπετήρουν τὴν τροφὸν τῆς παρθένου, κεράσαι κελεύσας τὸν κάπηλόν μοι χόα ὀβολοῦ παραθεῖναί θ’ ὡς μέγιστον κάνθαρον. καὶ πάλιν· ὁ δὲ κάνθαρος πάλαι δὴ καινὸς ὡς ξηραίνεται. καὶ ἔτι· ἅμα δὲ λαβοῦσ’ ἠφάνικε πηλίκον τινὰ οἴεσθε μέγεθος ἀρεσιαν μέγαν πάνυ, καὶ ξηρὸν ἐπόησ’ εὐθέως τὸν κάνθαρον. Ξέναρχος δ’ ἐν Πριάπῳ φησὶ τάδε (II 472 K)· σὺ δὲ μηκέτ’ ἔγχει, παιδάριον, εἰς ἀργυροῦν, εἰς τὸ βαθὺ δ’ ἐπανάγωμεν· εἰς τὸν κάνθαρον, παιδάριον, ἔγχει, νὴ Δί’ εἰς τὸν κάνθαρον. Ἐπιγένης Ἡρωίνῃ (II 417 K)· ἀλλ’ οὐδὲ κεραμεύουσι νῦν τοὺς κανθάρους, ὦ τάλαν, ἐκείνους τοὺς ἁδρούς, ταπεινὰ δὲ καὶ γλαφυρὰ πάντες .... ὡσπερεὶ αὐτὰ τὰ ποτήρι᾽, οὐ τὸν οἶνον πιόμενοι.