Book 11
54
κιβώριον. Ἡγήσανδρος ὁ Δελφὸς Εὐφορίωνά φησι τὸν ποιητὴν παρὰ Πρυτάνιδι δειπνοῦντα καὶ ἐπιδεικνυμένου τοῦ Πρυτάνιδος κιβώριά τινα δοκοῦντα πεποιῆσθαι πολυτελῶς, τοῦ κώθωνος εὖ μάλα προβεβηκότος, λαβὼν ἓν τῶν κιβωρίων ὡς ἐξοινῶν ἐνεούρησε. Δίδυμος δέ φησι ποτηρίου εἶδος εἶναι, καὶ τάχ’ ἂν εἴη τὰ λεγόμενα σκυφία διὰ τὸ κάτωθεν εἰς στενὸν συνῆχθαι ὡς τὰ Αἰγύπτια κιβώρια.
55
κόνδυ ποτήριον Ἀσιατικόν. Μένανδρος Κόλακι· κοτύλας χωροῦν δέκα ἐν Καππαδοκίᾳ κόνδυ χρυσοῦν, Στρουθία.· Ἵππαρχος Ἀνασῳζομένοις· προσέχεις τι τούτῳ τῷ στρατιώτῃ; β. τῷδ᾽; ἔχει ἀργύριον οὗτος. α. οὐδαμόθεν, εὖ οἶδ’ ἐγώ, ἀλλ’ ἢ δαπίδιον ἓν ἀγαπητὸν ποικίλον, τέρα τ’ ἔχον καὶ γρῦπας ἐξώλεις τινὰς τῶν Περσικῶν β. εἰς κόρακας, ὦ μαστιγία. α. καὶ κόνδυ καὶ ψυκτῆρα καὶ τι κυμβίον. Νικόμαχος δ’ ἐν πρώτῳ περὶ Ἑορτῶν Αἰγυπτίων φησί· τὸ δὲ κόνδυ ἐστὶ μὲν Περσικόν, τὴν δὲ ἀρχὴν ἣν Ἕρμιππος ἀστρολογικὸς ὡς ὁ κόσμος ἐξ οὗ τῶν θεῶν τὰ θαύματα καὶ τὰ καρπώσιμα γίνεσθαι ἐπὶ γῆς· διὸ ἐκ τούτου σπένδεσθαι. Παγκράτης δ’ ἐν πρώτῳ Βοκχορηίδος· αὐτὰρ ὅ γε σπείσας ἐκ κόνδυος ἀργυφέοιο νέκταρ ἐπ’ ἀλλοδαπὴν οἶμον ἔβαινε πόδα.
55
Κονωνεῖος . Ἴστρος ὁ Καλλιμάχειος ἐν πρώτῳ Πτολεμαίδος τῆς ἐν Αἰγύπτῳ πόλεως γράφει οὕτως· κυλίκων Κονωνείων ζεῦγος καὶ θηρικλείων χρυσοκλύστων ζεῦγος.