Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 11

58 Κοτταβίς . Ἁρμόδιος ὁ Λεπρεάτης ἐν τῷ περὶ τῶν κατὰ Φιγάλειαν Νομίμων διεξιὼν περὶ τῶν ἐπιχωρίων δείπνων γράφει καὶ ταῦτα· καθαγισάντων ταῦτα ἐν κεραμέᾳ κοτταβίδι πιεῖν ἑκάστῳ μικρόν, καὶ ὁ προσφέρων ἂν εἶπεν ᾽ εὐδειπνίας.᾽ Ἡγήσανδρος δ’ ὁ Δελφὸς ἐν Ὑπομνήμασιν, ὧν ἀρχὴ ἐν τῇ ἀρίστῃ πολιτείᾳ, φησὶν ὁ καλούμενος κότταβος παρῆλθεν εἰς τὰ συμπόσια τῶν περὶ Σικελίαν, ὥς φησιν Δικαίαρχος, πρῶτον εἰσαγαγόντων. τοσαύτη δὲ ἐγένετο σπουδὴ περὶ τὸ ἐπιτήδευμα ὥστε εἰς τὰ συμπόσια παρεισφέρειν ἆθλα κοτταβεῖα καλούμενα, εἶτα κύλικες αἱ πρὸς τὸ πρᾶγμα χρήσιμαι μάλιστ’ εἶναι δοκοῦσαι κατεσκευάζοντο, καλούμεναι κοτταβίδες. πρὸς δὲ τούτοις οἶκοι κατεσκευάζοντο κυκλοτερεῖς, ἵνα πάντες εἰς τὸ μέσον τοῦ κοττάβου τεθέντος ἐξ ἀποστήματος ἴσου καὶ τόπων ὁμοίων ἀγωνίζοιντο περὶ τῆς νίκης, οὐ γὰρ μόνον ἐφιλοτιμοῦντο βάλλειν ἐπὶ τὸν σκοπόν, ἀλλὰ καὶ καλῶς ἕκαστα ἀνύτειν. ἔδει γὰρ εἰς τὸν ἀριστερὸν ἀγκῶνα ἐρείσαντα καὶ τῇ δεξιᾷ κυκλώσαντα ὑγρῶς ἀφεῖναι τὴν λάταγα· οὕτω γὰρ ἐκάλουν τὸ πῖπτον ἐκ τῆς κύλικος ὑγρόν· ὥστε ἔνιοι μεῖζον ἐφρόνουν ἐπὶ τῷ καλῶς κοτταβίζειν τῶν ἐπὶ τῷ ἀκοντίζειν μέγα φρονούντων.
59 κρατάνιον. μήποτε τὸ νῦν καλούμενον κρανίον ἔκπωμα οὕτως ὠνόμαζον οἱ ἀρχαῖοι. πολέμων γοῦν ἢ ὅστις ἐστὶν ὁ ποιήσας τὸν ἐπιγραφόμενον Ἑλλαδικὸν περὶ τοῦ ἐν ᾽ Ὀλυμπίᾳ λέγων Μεταποντίνων ναοῦ γράφει καὶ ταῦτα· ναὸς Μεταποντίνων, ἐν ᾧ φιάλαι ἀργυραῖ ρλβ᾽, οἰνοχόαι ἀργυραῖ β᾽, ἀποθυστάνιον ἀργυροῦν, φιάλαι γ ἐπίχρυσοι. ναὸς Βυζαντίων, ἐν ᾧ Τρίτων κυπαρίσσινος ἔχων κρατάνιον ἀργυροῦν, σειρὴν ἀργυρᾶ, καρχήσια β’ ἀργυρᾶ, κύλιξ ἀργυρᾶ, οἰνοχόη χρυσῆ, κέρατα δύο. ἐν δὲ τῷ ναῷ τῆς Ἥρας τῷ παλαιῷ φιάλαι ἀργυραῖ λ᾽, κρατάνια ἀργυρᾶ β᾽, χύτρος ἀργυροῦς, ἀποθυστάνιον χρυσοῦν, κρατὴρ χρυσοῦς, Κυρηναίων ἀνάθημα, βατιάκιον ἀργυροῦν.
59 κρουνεῖα. Ἐπιγένης Μνηματίῳ· κρατῆρες, κάδοι, ὁλκεῖα, κρουνεῖ᾽. β. ἔστι γὰρ κρουνεῖα; α. ναί.
59 κυαθίς , κοτυλῶδες ἀγγεῖον. σώφρων ἐν τῷ ἐπιγραφομένῳ μίμῳ Γυναῖκες αἳ τὰν θεὸν φαντὶ ἐξελᾶν· ὑποκατώρυκται δὲ ἐν κυαθίδι τρικτὺς ἀλεξιφαρμάκων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme