Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 11

59 ΚΡΑΤΑΝΙΟΝ. μήποτε τὸ νῦν καλούμενον κρανίον ἔκπωμα οὕτως ὠνόμαζον οἱ ἀρχαῖοι. Πολέμων γοῦν ἢ ὅστις ἐστὶν ὁ ποιήσας τὸν ἐπιγραφόμενον Ἑλλαδικὸν περὶ τοῦ ἐν Ὀλυμπίᾳ λέγων Μεταποντίνων ναοῦ γράφει καὶ ταῦτα (fr. 22 Pr)· ‘ναὸς Μεταποντίνων, ἐν ᾧ φιάλαι ἀργυραῖ ρλβʹ, οἰνοχόαι ἀργυραῖ βʹ, ἀποθυστάνιον ἀργυροῦν, φιάλαι γʹ ἐπίχρυσοι. ναὸς Βυζαντίων, ἐν ᾧ Τρίτων κυπαρίσσινος ἔχων κρατάνιον ἀργυροῦν, σειρὴν ἀργυρᾶ, καρχήσια βʹ ἀργυρᾶ, κύλιξ ἀργυρᾶ, οἰνοχόη χρυσῆ, κέρατα δύο. ἐν δὲ τῷ ναῷ τῆς Ἥρας τῷ παλαιῷ φιάλαι ἀργυραῖ λʹ, κρατάνια ἀργυρᾶ βʹ, χύτρος ἀργυροῦς, ἀποθυστάνιον χρυσοῦν, κρατὴρ χρυσοῦς, Κυρηναίων ἀνάθημα, βατιάκιον ἀργυροῦν.’ ΚΡΟΥΝΕΙΑ. Ἐπιγένης Μνηματίῳ (II 418 K)· κρατῆρες, κάδοι, ὁλκεῖα, κρουνεῖ᾽. Β. ἔστι γὰρ κρουνεῖα; Α. ναί. ΚΥΑΘΙΣ, κοτυλῶδες ἀγγεῖον. Σώφρων ἐν τῷ ἐπιγραφομένῳ μίμῳ ‘Γυναῖκες αἳ τὰν θεὸν φαντὶ ἐξελᾶν’ (fr. 2 Bo)· ‘ὑποκατώρυκται δὲ ἐν κυαθίδι τρικτὺς ἀλεξιφαρμάκων.’
60 ΚΥΛΙΞ. Φερεκράτης Δουλοδιδασκάλῳ (I 156 K)· νυνὶ δ’ ἀπόνιζε τὴν κύλικα δώσων πιεῖν, ἔγχει τ’ ἐπιθεὶς τὸν ἡθμόν. ταῦτα δ’ ἐστὶ κεράμεα ποτήρια καὶ λέγεται ἀπὸ τοῦ κυλίεσθαι τῷ τροχῷ· ἀφ’ ὧν καλεῖται τό τε κυλικεῖον, ἐν ᾧ τίθεται τόπῳ τὰ ποτήρια, κἂν ἀργυρᾶ τυγχάνῃ ὄντα, καὶ τὸ κυλικηγορεῖν, ὅταν ἐπὶ τῇ κύλικί τις ἀγορεύῃ. Ἀθηναῖοι δὲ καὶ τὴν ἰατρικὴν πυξίδα καλοῦσι κυλιχνίδα διὰ τὸ τῷ τόρνῳ κεκυλίσθαι. ἐγένοντο δ’ ἐπίσημοι κύλικες αἵ τε Ἀργεῖαι καὶ αἱ Ἀττικαί. καὶ τῶν μὲν Ἀττικῶν μνημονεύει Πίνδαρος ἐν τοῖσδε (fr. 124 B)· ὦ Θρασύβουλ᾽, ἐρατᾶν ὄχημ’ ἀοιδᾶν τοῦτό τοι πέμπω μεταδόρπιον. ἐν ξυνῷ κεν εἴη συμπόταισίν τε γλυκερὸν καὶ Διωνύσοιο καρπῷ καὶ κυλίκεσσιν Ἀθηναίαισι κέντρον ... αἱ δ’ Ἀργεῖαι δοκοῦσι καὶ τὸν τύπον ἔχειν διάφορον πρὸς τὰς Ἀττικάς. φοξαὶ γοῦν ἦσαν τὸ χεῖλος, ὡς Σιμωνίδης φησὶν ὁ Ἀμόργιος (fr. 27 B4)· αὐτὴ δὲ φοξίχειλος Ἀργείη κύλιξ, ἡ εἰς ὀξὺ ἀνηγμένη, οἷοί εἰσιν οἱ ἄμβικες καλούμενοι. τὸ γὰρ φοξὸν ἐπὶ τούτου τάττουσι, καθότι Ὅμηρος ἐπὶ τοῦ Θερσίτου (B 219)· φοξὸς ἔην κεφαλήν. καὶ ἔστιν οἷον φαοξός, ὁ πρὸς τὰ φάη ὀξὺς ὁρώμενος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme