Book 11
63
ΚΥΜΒΙΑ τὰ κοῖλα ποτήρια καὶ μικρὰ Σιμάριστος. Δωρόθεος δέ· ‘γένος ποτηρίων βαθέων τὰ κυμβία καὶ ὀρθῶν, πυθμένα μὴ ἐχόντων μηδὲ ὦτα.’ Πτολεμαῖος δὲ ὁ τοῦ Ἀριστονίκου τὰ κυφά. Νίκανδρος δ’ ὁ Θυατειρηνὸς τὸ χωρὶς ὠτίων ποτήριον ὠνομακέναι Θεόπομπον ἐν Μήδῳ (I 741 K). Φιλήμων Φάσματι (II 502 K)· ἐπεὶ δ’ ἡ Ῥόδη κυμβίον ἀκράτου κατασέσειχ’ ὑμᾶς ἄνω. Διονύσιος δ’ ὁ Σάμιος ἐν ἕκτῳ περὶ τοῦ Κύκλου (FHG II 10) τὸ αὐτὸ οἴεται εἶναι κισσύβιον καὶ κυμβίον. φησὶ γὰρ ὡς Ὀδυσσεὺς πληρώσας κυμβίον ἀκράτου ὤρεξε τῷ Κύκλωπι. οὐκ ἔστι δὲ μικρὸν τὸ διδόμενον αὐτῷ κισσύβιον παρ’ Ὁμήρῳ (Od. 9.346)· οὐ γὰρ ἂν τρὶς πιὼν μέγιστος ὢν τὸ σῶμα ταχέως ἂν ὑπὸ τῆς μέθης κατηνέχθη. τοῦ κυμβίου μνημονεύει καὶ Δημοσθένης ἐν τῷ κατὰ Μειδίου (158) ἀκολουθεῖν αὐτῷ φάσκων ῥυτὰ καὶ κυμβία. καὶ πάλιν ἐν τῷ αὐτῷ (133)· ‘ἐπ’ ἀστράβης δὲ ὀχούμενος ἐξ Ἀργούρας τῆς Εὐβοίας, χλανίδας δ’ ἐπ’ ὄχου καὶ κυμβία καὶ κάδους ἔχων, ὧν ἐπελαμβάνοντο οἱ πεντηκοστολόγοι.‘ καὶ ἐν τῷ κατὰ Εὐέργου καὶ Μνησιβούλου (58). φησὶ δὲ Δίδυμος ὁ γραμματικὸς (p. 75 Schm) ἐπίμηκες εἶναι τὸ ποτήριον καὶ στενὸν τῷ σχήματι, παρόμοιον πλοίῳ ὃ καλεῖται κύμβη. καὶ Ἀναξανδρίδης ἐν Ἀγροίκοις (II 136 K)· μεγάλ’ ἴσως ποτήρια προπινόμενα καὶ μέστ’ ἀκράτου κυμβία ἐκάρωσεν ὑμᾶς. Β. ἀνακεχαίτικεν μὲν οὖν. Ἄλεξις Ἱππεῖ (II 328 K)· τά τε κυμβία ἆρ᾽ ἦν πρόσωπ’ ἔχοντα χρυσᾶ παρθένων; Β. νὴ τὸν Δί᾽, ἦν γάρ. Α. ὦ τάλαιν’ ἐγὼ κακῶν.