Book 11
68
λαβρωνία ἐκπώματος Περσικοῦ εἶδος ἀπὸ τῆς ἐν τῷ πίνειν λαβρότητος ὠνομασμένον. πλατὺ δ’ ἐστὶ τῇ κατασκευῇ καὶ μέγα· ἔχει δὲ καὶ ὦτα μεγάλα· εἴρηται δὲ καὶ ἀρσενικῶς ὁ λαβρώνιος, Μένανδρος Ἁλιεῖ· εὐποροῦμεν, οὐδὲ μετρίως· ἐκ Κυίνδων χρυσίον, Περσικαὶ στολαὶ δὲ κεῖνται· πορφυρᾶ , τορεύματα ἔνδον ἔστ᾽, ἄνδρες, ποτήρἰ· ἄλλα τ’ ἀργυρώματα, κἀκτυπωμάτων πρόσωπα, τραγέλαφοι, λαβρώνιοι. ἐν δὲ Φιλαδέλφοις· ἤδη δ’ ἐπιχύσεις διάλιθοι, λαβρώνιοι, Πέρσαι δ’ ἔχοντες μυιοσόβας ἑστήκεσαν. Ἵππαρχος δ’ ἐν Θαίδι· ὁ λαβρώνιος δ’ ἔσθ’ οὗτος ὄρνις; β. Ἡράκλεις, ποτήριον χρυσοῦς διακοσίους ἄγον. α. ὢ περιβοήτου, φιλτάτη, λαβρωνίου. Δίφιλος Τιθραύστῃ καὶ ἄλλα γένη καταλέγων ποτηρίων φησί· πρίστις, τραγέλαφος, βατιάκη, λαβρώνιος. ἀνδραπόδι’ ἤδη ταῦθ᾽, ὁρᾷς, ἥκιστά γε, ἐκπωμάτων δ’ ὀνόματα. β. πρὸς τῆς Ἑστίας. α. ὁ λαβρώνιος χρυσῶν δέ, παῖδες, εἴκοσι. Δίδυμος δ’ ὅμοιον εἶναί φησιν αὐτὸ βομβυλιῷ ἢ βατιακίῳ.
69
Λάκαιναι κυλίκων εἶδος οὕτως λεγόμενον ἢ ἀπὸ τοῦ κεράμου, ὡς τὰ Ἀττικὰ σκεύη, ἢ ἀπὸ τοῦ σχήματος ἐπιχωριάσαντος ἐκεῖ, ὥσπερ αἱ Θηρίκλειαι λέγονται. Ἀριστοφάνης Δαιταλεῦσι· Συβαρίτιδὰς τ’ εὐωχίας, καὶ Χῖον ἐκ Λακαινᾶν κυλίκων μεθ’ ἡδέων σπάσαι φίλων·