Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 11

71 λοιβάσιον κύλιξ, ὥς φησι Κλείταρχος καὶ Νίκανδρος ὁ Θυατειρηνός.., ᾧ τὸ ἔλαιον ἐπισπένδουσι τοῖς ἱεροῖς, σπονδεῖον δὲ ᾧ τὸν οἶνον, καλεῖσθαι λέγων λοιβίδας καὶ τὰ σπονδεῖα ὑπὸ Ἀντιμάχου τοῦ Κολοφωνίου.
71 Λέσβιόν ὅτι ποτηρίου εἶδος, Ἡδύλος παρίστησιν ἐν Ἐπιγράμμασιν οὑτωσὶ λέγων ἡ διαπινομένη Καλλίστιον ἀνδράσι, θαῦμα κοὐ ψευδές, νῆστις τρεῖς χόας ἐξέπιεν ἧς τόδε σοί, Παφίη, ζωραῖς μύρρῃσι θυωθὲν κεῖται πορφυρέης Λέσβιον ἐξ ὑέλου. ἣν σὺ σάου πάντως, ὡς καὶ πάλι τῶν ἀπ’ ἐκείνης σοὶ τοῖχοι γλυκερῶν σῦλα φέρωσι πόθων.
71 λουτήριον. Ἐπιγένης Μνηματίῳ ἐν τῷ τῶν ποτηρίων καταλόγῳ φησί· κρατῆρες, κάδοι, ὁλκεῖα, κρουνεῖ᾽. β. ἔστι γὰρ κρουνεῖα; α. ναί. λουτήρι’ ἀλλὰ τί καθ’ ἕκαστα δεῖ λέγειν; ὄψει γὰρ αὐτός.
72 Λυκιουργεῖς . φιάλαι τινὲς οὕτως καλοῦνται ἀπὸ Λύκωνος τοῦ κατασκευασαμένου, ὡς καὶ Κονώνειοι αἱ ὑπὸ Κόνωνος ποιηθεῖσαι. μνημονεύει τοῦ Λύκωνος Δημοσθένης ἐν τῷ περὶ τοῦ στεφάνου κἀν τῷ πρὸς Τιμόθεον ὑπὲρ χρέως λέγων οὕτως· φιάλας Λυκιουργεῖς δύο. ἐν δὲ τῷ πρὸς Τιμόθεον γράφει· δίδωσιν ἀποθεῖναι τῷ Φορμίωνι μετὰ τῶν χρημάτων καὶ ἄλλας φιάλας Λυκιουργεῖς δύο. Ἡρόδοτος δ’ ἐν ζ προβόλους δύο Λυκιουργίδας ἢ λυκοεργέας, ὅτι ἀκόντιά ἐστι πρὸς λύκων θήραν ἐπιτήδεια ἢ ἐν Λυκίᾳ εἰργασμένα. ὅπερ ἐξηγούμενος Δίδυμος ὁ γραμματικὸς τὰς ὑπὸ Λυκίου φησὶ κατεσκευασμένας. ἦν δὲ οὗτος τὸ γένος Βοιώτιος ἐξ Ἐλευθερῶν, υἱὸς Μύρωνος τοῦ ἀνδριαντοποιοῦ, ὡς Πολέμων φησὶν ἐν α περὶ Ἀκροπόλεως, ἀγνοεῖ δ’ ὁ γραμματικὸς ὅτι τὸν τοιοῦτον σχηματισμὸν ἀπὸ κυρίων ὀνομάτων οὐκ ἄν τις εὕροι γινόμενον, ἀλλ’ ἀπὸ πόλεων ἢ ἐθνῶν. ι Ἀριστοφάνης τε γὰρ ἐν Εἰρήνῃ φησί· τὸ δὲ πλοῖον ἔσται Ναξιουργὴς κάνθαρος· Κριτίας τε ἐν τῇ Λακεδαιμονίων Πολιτείᾳ· κλίνη Μιλησιουργὴς καὶ δίφρος Μιλησιουργής, κλίνη Χιουργὴς καὶ κρούπεζα Ῥηναιουργής. ʽ Ἡρόδοτός τε ἐν τῇ ἑβδόμῃ φησί· προβόλους δύο Λυκοεργέας. μήποτ’ οὖν καὶ παρὰ τῷ Ἡροδότῳ ὡς καὶ παρὰ τῷ Δημοσθένει γραπτέον Λυκιοεργέας, ἵν’ ἀκούηται τὰ ἐν Λυκίᾳ εἰργασμένα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme