Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 11

7 οὖν ὑμῶν καὶ αὐτὸς τὸ συμπόσιον κατὰ τὸν Κολοφώνιον Ξενοφάνη πλῆρες ὂν πάσης θυμηδίας νῦν γὰρ δὴ ζάπεδον καθαρὸν καὶ χεῖρες ἁπάντων καὶ κύλικες· πλεκτοὺς δ’ ἀμφιτιθεῖ στεφάνους, ἄλλος δ’ εὐῶδες μύρον ἐν φιάλῃ παρατείνει· κρατὴρ δ’ ἕστηκεν μεστὸς ἐυφροσύνης· ἄλλος δ’ οἶνος ἕτοιμος, ὃς οὔποτέ φησι προδώσειν, μείλιχος ἐν κεράμοις, ἄνθεος ὀζόμενος· ἐν δὲ μέσοις ἁγνὴν ὀδμὴν λιβανωτὸς ἵησι· ψυχρὸν δ’ ἐστὶν ὕδωρ καὶ γλυκὺ καὶ καθαρόν. πάρκεινται δ’ ἄρτοι ξανθοὶ γεραρή τε τράπεζα τυροῦ καὶ μέλιτος πίονος ἀχθομένη · βωμὸς δ’ ἄνθεσιν ἀν τὸ μέσον πάντῃ πεπύκασται, μολπὴ δ’ ἀμφὶς ἔχει δώματα καὶ θαλίη. χρὴ δὲ πρῶτον μὲν θεὸν ὑμνεῖν εὔφρονας ἄνδρας εὐφήμοις μύθοις καὶ καθαροῖσι λόγοις· σπείσαντας τε καὶ εὐξαμένους τὰ δίκαια δύνασθαι πρήσσειν ταῦτα γὰρ ὦν ὁ ἐστι προχειρότερον · οὐχ ὕβρις πίνειν δ’ ὁπόσον κεν ἔχων ἀφίκοιο οἴκαδ’ ἄνευ προπόλου, μὴ πάνυ γηραλέος. ἀνδρῶν δ’ αἰνεῖν τοῦτον ὃς ἐσθλὰ πιὼν ἀναφαίνῃ ὡς οἱ μνημοσύνη, καὶ τόνος ἀμφ’ ἀρετῆς. οὔτι μάχας διέπειν Τιτήνων οὐδὲ Γιγάντων οὐδέ τι Κενταύρων, πλάσματα τῶν προτέρων, ἢ στάσιας σφεδανάς, τοῖς οὐδὲν χρηστὸν ἔνεστι, θεῶν δὲ προμηθείην αἰὲν ἔχειν ἀγαθόν·
8 καὶ ὁ χαρίεις δ’ Ἀνακρέων φησίν· οὐ φιλέω ὃς κρητῆρι παρὰ πλέῳ οἰνοποτάζων νείκεα καὶ πόλεμον δακρυόεντα λέγει, ἀλλ’ ὅστις Μουσέων τε καὶ ἀγλαὰ δῶρ’ Ἀφροδίτης συμμίσγων ἐρατῆς μνῄσκεται εὐφροσύνης. καὶ Ἴων δὲ ὁ Χῖός φησιν· χαιρέτω ἡμέτερος βασιλεύς, σωτήρ τε πατήρ τε· ἡμῖν δὲ κρητῆρ’ οἰνοχόοι θέραπες κιρνάντων προχύταισιν ἐν ἀργυρέοις, ὁ δὲ χρυσοῦ δεῖνον ἔχων χειροῖν ἱζέτω εἰς ἔδαφος. σπένδοντες δ’ ἁγνῶς Ἡρακλέι τ’ Ἀλκμήνῃ τε, Προκλέι Περσείδαις τ᾽, ἐκ Διὸς ἀρχόμενοι, πίνωμεν, παίζωμεν, ἴτω διὰ νυκτὸς ἀοιδή, ὀρχείσθω τις, ἑκὼν δ’ ἄρχε φιλοφροσύνης. ὅντινα δ’ εὐειδὴς μίμνει θήλεια πάρευνος, κεῖνος τῶν ἄλλων κυδρότερον πίεται. ἐποιοῦντο δὲ καὶ οἱ ἑπτὰ καλούμενοι σοφοὶ συμποτικὰς ὁμιλίας. παραμυθεῖται γὰρ ὁ οἶνος καὶ τὴν τοῦ γήρως δυσθυμίαν φησὶ Θεόφραστος ἐν τῷ περὶ Μέθης.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme