Book 11
71
ΛΟΙΒΑΣΙΟΝ κύλιξ, ὥς φησι Κλείταρχος καὶ Νίκανδρος ὁ Θυατειρηνός .... ᾧ τὸ ἔλαιον ἐπισπένδουσι τοῖς ἱεροῖς, σπονδεῖον δὲ ᾧ τὸν οἶνον, καλεῖσθαι λέγων καὶ λοιβίδας τὰ σπονδεῖα ὑπὸ Ἀντιμάχου τοῦ Κολοφωνίου.
71
ΛΕΣΒΙΟΝ ὅτι ποτηρίου εἶδος, Ἡδύλος παρίστησιν ἐν Ἐπιγράμμασιν οὑτωσὶ λέγων· ἡ διαπινομένη Καλλίστιον ἀνδράσι, θαῦμα κοὐ ψευδές, νῆστις τρεῖς χόας ἐξέπιεν· ἧς τόδε σοί, Παφίη, ζωραῖς μύρρῃσι θυωθὲν κεῖται πορφυρέης Λέσβιον ἐξ ὑέλου. ἣν σὺ σάου πάντως, ὡς καὶ πάντων ἀπ᾽ ἐκείνης σοὶ τοῖχοι γλυκερῶν σῦλα φέρωσι πόθων. ΛΟΥΤΗΡΙΟΝ. Ἐπιγένης Μνηματίῳ ἐν τῷ τῶν ποτηρίων καταλόγῳ φησί (II 418 K)· κρατῆρες, κάδοι, ὁλκεῖα, κρουνεῖ᾽. Β. ἔστι γὰρ κρουνεῖα; Α. ναί. λουτήρι’ — ἀλλὰ τί καθ’ ἕκαστα δεῖ λέγειν; ὄψει γὰρ αὐτός.
72
ΛΥΚΙΟΥΡΓΕΙΣ. φιάλαι τινὲς οὕτως καλοῦνται ἀπὸ Λύκωνος τοῦ κατεσκευασμένου, ὡς καὶ Κονώνειοι αἱ ὑπὸ Κόνωνος ποιηθεῖσαι. μνημονεύει τοῦ Λύκωνος Δημοσθένης ἐν τῷ περὶ τοῦ στεφάνου κἀν τῷ πρὸς Τιμόθεον ὑπὲρ χρέως λέγων οὕτως (31)· ‘φιάλας Λυκιουργεῖς δύο.’ [ἐν δὲ τῷ πρὸς Τιμόθεον γράφει· ‘δίδωσιν ἀποθεῖναι τῷ Φορμίωνι μετὰ τῶν χρημάτων καὶ ἄλλας φιάλας Λυκιουργεῖς δύο.’ Ἡρόδοτος δ’ ἐν ζʹ (c. 76) ‘προβόλους δύο Λυκιουργίδας ἡμιεργέας’, ὅτι ἀκόντιά ἐστι πρὸς λύκων θήραν ἐπιτήδεια ἢ ἐν Λυκίᾳ εἰργασμένα.] ὅπερ ἐξηγούμενος Δίδυμος ὁ γραμματικὸς (p. 314 Schm) τὰς ὑπὸ Λυκίου φησὶ κατεσκευασμένας. ἦν δὲ οὗτος τὸ γένος Βοιώτιος ἐξ Ἐλευθερῶν, υἱὸς Μύρωνος τοῦ ἀνδριαντοποιοῦ, ὡς Πολέμων φησὶν ἐν αʹ περὶ Ἀκροπόλεως (fr. 2 Pr). ἀγνοεῖ δ’ ὁ γραμματικὸς ὅτι τὸν τοιοῦτον σχηματισμὸν ἀπὸ κυρίων ὀνομάτων οὐκ ἄν τις εὕροι γινόμενον, ἀλλ’ ἀπὸ πόλεων ἢ ἐθνῶν. Ἀριστοφάνης τε γὰρ ἐν Εἰρήνῃ φησί (143)· τὸ δὲ πλοῖον ἔσται Ναξιουργὴς κάνθαρος. Κριτίας τε ἐν τῇ Λακεδαιμονίων Πολιτείᾳ (FHG II 69)· ‘κλίνη Μιλησιουργὴς καὶ δίφρος Μιλησιουργής, κλίνη Χιουργὴς καὶ τράπεζα Ῥηνιοεργής.’ Ἡρόδοτός τε ἐν τῇ ἑβδόμῃ φησί (c. 76)· ‘προβόλους δύο Λυκοεργέας.’ μήποτ’ οὖν καὶ παρὰ τῷ Ἡροδότῳ ὡς καὶ παρὰ τῷ Δημοσθένει γραπτέον Λυκιοεργέας, ἵν’ ἀκούηται τὰ ἐν Λυκίᾳ εἰργασμένα.