Book 11
73
ΜΕΛΗ. οὕτω καλεῖταί τινα ποτήρια, ὧν μνημονεύει Ἀνάξιππος ἐν Φρέατι λέγων οὕτως (III 301 K) σὺ δὲ τὴν μέλην, Συρίσκε, ταυτηνὶ λαβὼν ἔνεγκον ἐπὶ τὸ μνῆμ’ ἐκείνῃ, μανθάνεις; καὶ κατάχεον. ΜΕΤΑΝΙΠΤΡΟΝ ἡ μετὰ τὸ δεῖπνον ἐπὴν ἀπονίψωνται διδομένη κύλιξ. Ἀντιφάνης Λαμπάδι (II 68 K)· Δαίμονος Ἀγαθοῦ μετάνιπτρον, ἐντραγεῖν, σπονδή, κρότος. Δίφιλος Σαπφοῖ (II 564 K)· Ἀρχίλοχε, δέξαι τήνδε τὴν μετανιπτρίδα μεστὴν Διὸς σωτῆρος, ἀγαθοῦ δαίμονος. ἔνιοι δὲ τὴν μετὰ τὸ νίψασθαι πόσιν, ὡς Σέλευκος ἐν Γλώσσαις. Καλλίας δ’ ἐν Κύκλωψι (I 695 K)· καὶ δέξαι τηνδὶ μετανιπτρίδα τῆς Ὑγιείας. Φιλέταιρος Ἀσκληπιῷ (II 230 K)· ἐνέσεισε μεστὴν ἴσον ἴσῳ μετανιπτρίδα μεγάλην, ἐπειπὼν τῆς Ὑγιείας τοὔνομα. Φιλόξενος δ’ ὁ διθυραμβοποιὸς ἐν τῷ ἐπιγραφομένῳ Δείπνῳ μετὰ τὸ ἀπονίψασθαι τὰς χεῖρας προπίνων τινί φησι (fr. 4 B)· σὺ δὲ τάνδε Βακχία εὔδροσον πλήρη μετανιπτρίδα δέξαι. πραύ τί τοι Βρόμιος γάνος τόδε δοὺς ἐπὶ τέρψιν πάντας ἄγει. Ἀντιφάνης Λαμπάδι (II 68 K)· τράπεζα φυστημινεις, ἅμα δ’ ἦν Δαίμονος Ἀγαθοῦ μετάνιπτρον. Νικόστρατος Ἀντερώσῃ (ib. 220)· μετανιπτρίδ’ αὐτῷ τῆς Ὑγιείας ἔγχεον.
74
ΜΑΣΤΟΣ. Ἀπολλόδωρος ὁ Κυρηναῖος, ὡς Πάμφιλός φησι, Παφίους τὸ ποτήριον οὕτως καλεῖν. ΜΑΘΑΛΙΔΑΣ Βλαῖσος ἐν Σατούρνῳ φησίν· ἑπτὰ μαθαλίδας ἐπίχε’ ἡμῖν τῶ γλυκυτάτω. Πάμφιλος δέ φησι· ‘μήποτε ἐκπώματός ἐστιν εἶδος, ἢ μέτρον οἷον κύαθος.’ Διόδωρος δὲ κύλικα ἀποδίδωσι.