Book 11
75
ΜΑΝΗΣ ποτηρίου εἶδος. Νίκων Κιθαρῳδῷ (III 389 K)· καὶ πάνυ τις εὐκαίρως ‘προπίνω, φησί, σοί, πατριῶτα.’ μάνην δ’ εἶχε κεραμεοῦν ἁδρόν, χωροῦντα κοτύλας πέντ’ ἴσως. ἐδεξάμην. παρέθετο τὰ ἰαμβεῖα καὶ Δίδυμος (p. 73sq Schm) καὶ Πάμφιλος. καλεῖται δὲ μάνης καὶ τὸ ἐπὶ τοῦ κοττάβου ἐφεστηκός, ἐφ’ οὗ τὰς λάταγας ἐν παιδιᾷ ἔπεμπον· ὅπερ ὁ Σοφοκλῆς ἐν Σαλμωνεῖ χάλκειον ἔφη κάρα, λέγων οὕτως (fr. 494 N)· τάδ’ ἐστὶ κνισμὸς καὶ φιλημάτων ψόφος· τῷ καλλικοτταβοῦντι νικητήρια τίθημι καὶ βαλόντι χάλκειον κάρα. Ἀντιφάνης Ἀφροδίτης Γοναῖς (II 33 K)· ἐγὼ ᾽πιδείξω καθ’ ἕν· ὃς ἂν τὸν κότταβον ἀφεὶς ἐπὶ τὴν πλάστιγγα ποιήσῃ πεσεῖν — Β. πλάστιγγα; ποίαν; τοῦτο τοὐπικείμενον ἄνω τὸ μικρόν, τὸ πινακίσκιον λέγεις; Α. τοῦτ’ ἐστὶ πλάστιγξ — οὗτος ὁ κρατῶν γίνεται. Β. πῶς δ’ εἴσεταί τις τοῦτ᾽; Α. ἐὰν τύχῃ μόνον αὐτῆς, ἐπὶ τὸν μάνην πεσεῖται καὶ ψόφος ἔσται πάνυ πολύς. Β. πρὸς θεῶν, τῷ κοττάβῳ πρόσεστι καὶ Μάνης τις ὥσπερ οἰκέτης; Ἕρμιππος Μοίραις (I 237 fr. 47, 5 K) ῥάβδον δ’ ὄψει, φησί, τὴν κοτταβικὴν ἐν τοῖς ἀχύροισι κυλινδομένην, μάνης δ’ οὐδὲν λατάγων ἀίει· τὴν δὲ τάλαιναν πλάστιγγ’ ἂν ἴδοις παρὰ τὸν στροφέα τῆς κηπαίας ἐν τοῖσι κορήμασιν οὖσαν.