Book 11
78
δέ, φησὶν ὁ Μυρλεανός, τάδε λέγω περὶ τοῦ ποτηρίου, οἱ παλαιοὶ καὶ τὰ περὶ τὴν ἥμερον τροφὴν πρῶτοι διαταξάμενοι τοῖς ἀνθρώποις, πειθόμενοι τὸν κόσμον εἶναι σφαιροειδῆ, λαμβάνοντες ἔκ τε τοῦ ἡλίου καὶ τῆς σελήνης σχήματος ἐναργεῖς τὰς φαντασίας, καὶ τὰ περὶ τὴν ἰδίαν τροφὴν τῷ περιέχοντι κατὰ τὴν ἰδέαν τοῦ σχήματος ἀφομοιοῦν εἶναι δίκαιον ἐνόμιζον. διὸ τὴν τράπεζαν κυκλοειδῆ κατεσκευάσαντο καὶ τοὺς τρίποδας τοὺς τοῖς θεοῖς καθαγιζομένους κυκλοτερεῖς καὶ ἀστέρας ἔχοντας, καὶ φθόεις, οὓς καὶ καλοῦσι σελήνας. καὶ τὸν ἄρτον δ’ ἐκάλεσαν ὅτι τῶν σχημάτων ὁ κύκλος ἀπήρτισται καὶ ἔστι τέλειος, καὶ τὸ ποτήριον οὖν τὸ δεχόμενον τὴν ὑγρὰν τροφὴν κυκλοτερὲς ἐποίησαν κατὰ μίμημα τοῦ κόσμου, τὸ δὲ τοῦ Νέστορος καὶ ἰδιαίτερόν ἐστιν, ἔχει γὰρ καὶ ἀστέρας, οὓς ἥλοις ὁ ποιητὴς ἀπεικάζει διὰ τὸ τοὺς ἀστέρας περιφερεῖς εἶναι τοῖς ἥλοις ὁμοίως καὶ ἐμπεπηγέναι τῷ οὐρανῷ, καθὼς καὶ Ἄρατός φησιν ἐπ’ αὐτῶν οὐρανῷ αἰὲν ἄρηρεν ἀγάλματα νυκτὸς ἰούσης. περιττῶς δὲ καὶ τοῦτ’ ἔφρασεν ὁ ποιητής, τοὺς χρυσοῦς ἥλους παρατιθεὶς τῇ τοῦ ἀργυροῦ ἐκπώματος φύσει, τὴν τῶν ἀστέρων καὶ τοῦ οὐρανοῦ ἐκτυπῶν κατὰ τὴν ἰδέαν τῆς χρόας οὐσίαν, ὁ μὲν γὰρ οὐρανὸς ἀργύρῳ προσέοικεν, οἱ δὲ ἀστέρες χρυσῷ διὰ τὸ πυρῶδες. ὑποθέμενος