Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 11

79 οὖν κατηστερισμένον τὸ τοῦ Νέστορος ποτήριον μεταβαίνει καὶ ἐπὶ τὰ κράτιστα τῶν ἀπλανῶν ἀστέρων, οἷς δὴ τεκμαίρονται τὰ περὶ τὴν ζωὴν οἱ ἄνθρωποι· λέγω δὲ τὰς πελειάδας. ὅταν γὰρ εἴπῃ· δύω δὲ πελειάδες ἀμφὶς ἕκαστον χρύσειαι νεμέθοντο, πελειάδας οὐ σημαίνει τὰς ὄρνιθας, ἅς τινες ὑπονοοῦσι περιστερὰς εἶναι, ἁμαρτάνοντες. ἕτερον γὰρ εἶναὶ φησιν Ἀριστοτέλης πελειάδα καὶ ἕτερον περιστεράν. πελειάδας δ’ ὁ ποιητὴς καλεῖ νῦν τὰς Πλειάδας, πρὸς ἃς σπόρος τε καὶ ἀμητός, καὶ τῶν καρπῶν ἀρχὴ γενέσεως καὶ συναιρέσεως, καθά φησι καὶ Ἡσίοδος· πληιάδων Ἀτλαγενέων ἐπιτελλομενάων ἄρχεσθ’ ἀμητοῖ᾽, ἀρότοιο δὲ δυσομενάων. καὶ Ἄρατος· αἱ μὲν ὁμῶς ὀλίγαι καὶ ἀφεγγέες, ἀλλ’ ὀνομαστοὶ ἦρι καὶ ἑσπέριαι, Ζεὺς δ’ αἴτιος, εἱλίσσονται ὅς σφισι καὶ θέρεος καὶ χείματος ἀρχομένοιο σημαίνειν ἐπένευσεν ἐπερχομένου τ’ ἀρότοιο. τὰς οὖν τῆς τῶν καρπῶν γενέσεως καὶ τελειώσεως προσημαντικὰς Πλειάδας οἰκείως ἐνετόρευσε τῷ τοῦ σοφωτάτου Νέστορος ὁ ποιητὴς ποτηρίῳ· καὶ γὰρ τοῦτο τῆς ἑτέρας τροφῆς δεκτικὸν ἀγγεῖον. διὸ καὶ τῷ Διὶ τὴν ἀμβροσίαν τὰς Πελειάδας φέρειν φησί τῇ μὲν τ’ οὐδὲ ποτητὰ, παρέρχεται οὐδὲ Πέλειαι τρήρωνες, ταὶ τ’ ἀμβροσίην Διὶ πατρὶ φέρουσι. οὐ γὰρ τὰς πελειάδας τὰς ὄρνεις φέρειν νομιστέον, τῷ Διὶ τὴν ἀμβροσίαν, ὡς οἱ πολλοὶ δοξάζουσιν ἄσεμνον γάρ, ἀλλὰ τὰς Πλειάδας, οἰκεῖον γὰρ τὰς προσημαινούσας τῷ τῶν ἀνθρώπων γένει τὰς ὥρας, ταύτας καὶ τῷ Διὶ φέρειν τὴν ἀμβροσίαν. διόπερ ἀπὸ τῶν πτηνῶν αὐτὰς χωρίζει λέγων τῇ μὲν τ’ οὐδὲ ποτητὰ παρέρχεται οὐδὲ Πέλειαι. ὅτι δὲ τὰς Πλειάδας τὸ ἐνδοξότατον τῶν ἀπλανῶν ἄστρων ὑπείληφε, δῆλον ἐκ τοῦ προτάττειν αὐτὰς κατὰ τὴν τῶν ἄλλων συναρίθμησιν ἐν δὲ τὰ τείρεα πάντα τὰ τ’ οὐρανὸς ἐστεφάνωται, Πληιάδας θ’ Ὑάδας τε τό τε σθένος Ὠρίωνος ἄρκτον θ᾽, ἣν καὶ Ἅμαξαν ἐπίκλησιν καλέουσιν. ἐπλανήθησαν δ’ οἱ πολλοὶ νομίζοντες τὰς πελειάδας ὄρνεις εἶναι πρῶτον μὲν ἐκ τοῦ ποιητικοῦ σχηματισμοῦ τοῦ κατὰ τὴν πρόσθεσιν τοῦ γράμματος· ἔπειτα δ’ ὅτι τὸ τρήρωνες μόνων ἐδέξαντο εἶναι ἐπίθετον πελειάδων, ἐπεὶ διὰ τὴν ἀσθένειαν εὐλαβὴς ἡ ὄρνις αὕτη τρεῖν δ’ ἐστὶ τὸ εὐλαβεῖσθαι. πιθανὸν δ’ ἐστὶ τὸ ἐπίθετον καὶ ἐπὶ τῶν Πλειάδων τιθέμενον μυθεύονται γὰρ καὶ αὗται τὸν ᾽ Ὠρίωνα φεύγειν, διωκομένης τῆς μητρὸς αὐτῶν Πληιόνης ὑπὸ τοῦ ᾽ Ὠρίωνος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme