Book 11
8
καὶ ὁ χαρίεις δ’ Ἀνακρέων φησίν (fr. 94 B4)· οὐ φιλέω ὃς κρητῆρι παρὰ πλέῳ οἰνοποτάζων νείκεα καὶ πόλεμον δακρυόεντα λέγῃ, ἀλλ’ ὅστις Μουσέων τε καὶ ἀγλαὰ δῶρ’ Ἀφροδίτης συμμίσγων ἐρατῆς μνήσεται εὐφροσύνης. καὶ Ἴων δὲ ὁ Χῖός φησιν (fr. 2 B)· χαιρέτω ἡμέτερος βασιλεύς, σωτήρ τε πατήρ τε· ἡμῖν δὲ κρητῆρ’ οἰνοχόοι θέραπες κιρνάντων προχύταισιν ἐν ἀργυρέοις· ὁ δὲ χρυσὸς οἶνον ἔχων χειρῶν νιζέτω εἰς ἔδαφος. σπένδοντες δ’ ἁγνῶς Ἡρακλέι τ’ Ἀλκμήνῃ τε, Προκλέι Περσείδαις τ᾽, ἐκ Διὸς ἀρχόμενοι, πίνωμεν, παίζωμεν, ἴτω διὰ νυκτὸς ἀοιδή, ὀρχείσθω τις, ἑκὼν δ’ ἄρχε φιλοφροσύνης. ὅντινα δ’ εὐειδὴς μίμνει θήλεια πάρευνος, κεῖνος τῶν ἄλλων κυδρότερον πίεται. ἐποιοῦντο δὲ καὶ οἱ ἑπτὰ καλούμενοι σοφοὶ συμποτικὰς ὁμιλίας. ‘παραμυθεῖται γὰρ ὁ οἶνος καὶ τὴν τοῦ γήρως δυσθυμίαν’ φησὶ Θεόφραστος ἐν τῷ περὶ Μέθης (fr. 120 W).
9
διόπερ συνιοῦσι καὶ ἡμῖν ἐπὶ τὰς Διονυσιακὰς ταύτας λαλιὰς οὐδεὶς ἂν εὐλόγως φθονήσαι νοῦν ἔχων, κατὰ τοὺς Ἀλέξιδος Ταραντίνους (II 377 K), οἳ τῶν πέλας οὐδέν’ ἀδικοῦμεν οὐδέν. ἆρ’ οὐκ οἶσθ᾽ ὅτι τὸ καλούμενον ζῆν τοῦτο διατριβῆς χάριν μόνον ἐστὶν ὑποκόρισμα τῆς ἀνθρωπίνης μοίρας; ἐγὼ γάρ, εἰ μὲν εὖ τις ἢ κακῶς φήσει με κρίνειν, οὐκ ἔχοιμ’ ἄν σοι φράσαι· ἔγνωκα γοῦν οὕτως ἐπισκοπούμενος εἶναι μανιώδη πάντα τἀνθρώπων ὅλως, ἀποδημίας δὲ τυγχάνειν ἡμᾶς αἰεὶ τοὺς ζῶντας, ὥσπερ εἰς πανήγυρίν τινα ἀφειμένους ἐκ τοῦ θανάτου καὶ τοῦ σκότους εἰς τὴν διατριβὴν εἰς τὸ φῶς τε τοῦθ᾽, ὃ δὴ ὁρῶμεν. ὃς δ’ ἂν πλεῖστα γελάσῃ καὶ πίῃ καὶ τῆς Ἀφροδίτης ἀντιλάβηται τὸν χρόνον τοῦτον ὃν ἀφεῖται, κἂν τύχῃ γ᾽, ἐράνου τινός, πανηγυρίσας ἥδιστ’ ἀπῆλθεν οἴκαδε. καὶ κατὰ τὴν καλὴν οὖν Σαπφώ (fr. 5 B4)· ἐλθέ, Κύπρι, χρυσίαισιν ἐν κυλίκεσσιν ἁβρῶς συμμεμιγμένον θαλίαισι νέκταρ οἰνοχοοῦσα τούτοις τοῖς ἑταίροις ἐμοῖς τε καὶ σοῖς.