Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 11

9 διόπερ συνιοῦσι καὶ ἡμῖν ἐπὶ τὰς Διονυσιακὰς ταύτας λαλιὰς οὐδεὶς ἂν εὐλόγως φθονήσαι νοῦν ἔχων, κατὰ τοὺς Ἀλέξιδος Ταραντίνους, οἳ τῶν πέλας οὐδέν’ ἀδικοῦμεν οὐδέν. ἆρ’ οὐκ οἶσθ’ ὅτι τὸ καλούμενον ζῆν τοῦτο διατριβῆς χάριν ὄνομ’ ἐστίν, ὑποκόρισμα τῆς ἀνθρωπίνης μοίρας; ἐγὼ γάρ, εἰ μὲν εὖ τις ἢ κακῶς φήσει με κρίνειν, οὐκ ἔχοιμ’ ἄν σοι φράσαι· ἔγνωκα δ’ οὖν οὕτως ἐπισκοπούμενος εἶναι μανιώδη πάντα τἀνθρώπων ὅλως, ἀποδημίας δὲ τυγχάνειν ἡμᾶς ἀεὶ τοὺς ζῶντας, ὥσπερ εἰς πανήγυρίν τινα ἀφειμένους ἐκ τοῦ θανάτου καὶ τοῦ σκότους εἰς τὴν διατριβὴν εἰς τὸ φῶς τε τοῦθ’ ὃ δὴ ὁρῶμεν. ὃς δ’ ἂν πλεῖστα γελάσῃ καὶ πίῃ καὶ τῆς Ἀφροδίτης ἀντιλάβηται τὸν χρόνον τοῦτον ὃν ἀφεῖται, καὶ Τύχης ἐράνου τινός, πανηγυρίσας ἥδιστ’ ἀπῆλθεν οἴκαδε. καὶ κατὰ τὴν καλὴν οὖν Σαπφὼ · ἐλθέ, Κύπρι, χρυσίαισιν ἐν κυλίκεσσιν ἁβρῶς συμμεμιγμένον θαλίαισι νέκταρ οἰνοχοοῦσα τούτοις τοῖς ἑταίροις ἐμοῖς τε καὶ σοῖς.
10 πρὸς οὓς λεκτέον ὅτι τρόποι εἰσὶ πόσεων κατὰ πόλεις ἴδιοι, ὡς Κριτίας παρίστησιν ἐν τῇ Λακεδαιμονίων Πολιτείᾳ διὰ τούτων· ὁ μὲν Χῖος καὶ Θάσιος ἐκ μεγάλων κυλίκων ἐπιδέξια, ὁ δὲ Ἀττικὸς ἐκ μικρῶν ἐπιδέξια, ὁ δὲ Θετταλικὸς ἐκπώματα προπίνει ὅτῳ ἂν βούλωνται μεγάλα. Λακεδαιμόνιοι δὲ τὴν παρ’ αὑτῷ ἕκαστος πίνει, ὁ δὲ παῖς ὁ οἰνοχόος ὅσον ἂν ἀποπίῃ. τοῦ δ’ ἐπιδέξια πίνειν μνημονεύει καὶ Ἀναξανδρίδης ἐν Ἀγροίκοις οὕτως ι τίνα δὴ παρεσκευασμένοι πίνειν τρόπον ἐστὲ νυνί, λέγεθ᾽. β. ὅντινα τρόπον ἡμεῖς; τοιοῦτον οἷον ἂν καὶ σοὶ δοκῇ. α. βούλεσθε δήπου τὸν ἐπιδέξι᾽, ὦ πάτερ, λέγειν ἐπὶ τῷ πίνοντι. β. τὸν ἐπιδέξια λέγειν; Ἄπολλον, ὡσπερεὶ τεθνηκότι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme