Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 11

83 πρὸς δὲ τοὺς λέγοντας οὐκ οἰκείως τῷ ποτηρίῳ ἐντετυπῶσθαι τὰς Πλειάδας, ξηρῶν τροφῶν οὔσας σημαντικάς, λεκτέον ὅτι τὸ δέπας ἀμφοτέρων τῶν τροφῶν ἐστιν δεκτικόν. κυκεὼν γὰρ ἐν αὐτῷ γίνεται· τοῦτο δ’ ἐστὶ πόσις ἐν τῷ κράματι τυρὸν ἔχουσα καὶ ἄλφιτον· ἄμφω δὲ ταῦτα κυκώμενα καὶ οὕτω πινόμενα λέγει ὁ ποιητής· Il. 11.624 τοῖσι δὲ τεῦχε κυκεῶ ἐυπλόκαμος Ἑκαμήδη ... ἣ σφῶιν πρῶτον μὲν ἐπιπροίηλε τράπεζαν καλὴν κυανόπεζαν ἐύξοον, αὐτὰρ ἐπ᾽ αὐτῆς χάλκειον κάνεον· ἐπὶ δὲ κρόμυον ποτῷ ὄψον ἠδὲ μέλι χλωρόν, παρὰ δ’ ἀλφίτου ἱεροῦ ἀκτήν, πὰρ δὲ δέπας περικαλλές, ὃ οἴκοθεν ἦγ’ ὁ γεραιός ... ἐν τῷ ῥά σφι κύκησε γυνὴ εἰκυῖα θεῇσιν οἴνῳ Πραμνείῳ, ἐπὶ δ’ αἴγειον κνῆ τυρὸν κνήστι χαλκείῃ, ἐπὶ δ’ ἄλφιτα λευκὰ πάλυνεν· πινέμεναι δ’ ἐκέλευεν, ἐπεί ῥ’ ὥπλισσε κυκεῶ.
84 τὸ δὲ ἄλλος μὲν μογέων ἀποκινήσασκε τραπέζης πλεῖον ἐόν, Νέστωρ δ’ ὁ γέρων ἀμογητὶ ἄειρεν οὐκ ἀκουστέον ἐπὶ μόνων Μαχάονος καὶ Νέστορος, ὡς οἴονταί τινες, τὸ ὃς ἀντὶ τοῦ ὃ λαμβάνοντες ἐπὶ τοῦ Μαχάονος· ἀλλ’ ὃς μὲν μογέων ἀποκινήσασκε τραπέζης, ἐκ τοῦ μογέων δηλοῦσθαι νομίζοντες, ἐπειδὴ τέτρωται. ὅτι δὲ καθ’ Ὅμηρον ὁ Μαχάων οὐ τέτρωται ἐν ἄλλοις δειχθήσεται. ἀγνοοῦσιν δ’ ὅτι τὸ ἄλλος Ὅμηρος οὐκ ἐπὶ μόνων Μαχάονος καὶ Νέστορος ἔθηκε, δύο γὰρ οὗτοι πίνουσιν, ἀλλ᾽ εἶπεν ἂν ἕτερος. τοῦτο γὰρ ἐπὶ δύο τάσσεσθαι πέφυκεν, ὡς καὶ ἐπὶ τούτων· Il. 3.103 οἴσετε δ’ ἄρν’ ἕτερον λευκόν, ἑτέρην δὲ μέλαιναν. ἔπειτα δὲ τὸ ὃς ἀντὶ προτακτικοῦ τοῦ ὃ Ὅμηρος οὐδέποτε τίθησι· τοὔμπαλιν δὲ ἀντὶ τοῦ ὃς ὑποτακτικοῦ παραλαμβάνει τὸ προτακτικὸν ὅ, οἷον· Il. 6.153 ἔνθα δὲ Σίσυφος ἔσκεν, ὃ κέρδιστος γένετ᾽ ἀνδρῶν. ἐλλείπει οὖν τό τις μόριον· τὸ γὰρ πλῆρές ἐστιν ‘ἄλλος μέν τις μογέων ἀποκινήσασκε τραπέζης πλεῖον ἐόν, Νέστωρ δ’ ὁ γέρων ἀμογητὶ ἄειρεν,’ ὡς παντὸς ἀνθρώπου μόλις ἂν ἀποκινήσαντος ἀπὸ τῆς τραπέζης τὸ ποτήριον, τοῦ δὲ Νέστορος αὐτὸ ῥᾳδίως βαστάζοντος δίχα πόνου καὶ κακοπαθείας. τὸ γὰρ ποτήριον ὑφίσταται μέγα καὶ κατὰ τὸ κύτος καὶ βαρὺ τὴν ὁλκήν, ὅπερ φιλοπότης ὢν ὁ Νέστωρ ἐκ τῆς συνεχοῦς συνηθείας ῥᾳδίως βαστάζειν ἔσθενε.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme