Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 11

89 Παναθηναϊκόν , Ποσειδώνιος ὁ φιλόσοφος ἐν ἕκτῃ καὶ τριακοστῇ τῶν Ἱστοριῶν ὡς οὕτω καλουμένων τινῶν ποτηρίων μέμνηται γράφων οὕτως· ` ἦσαν δὲ καὶ ὀνύχινοι σκύφοι καὶ συνδέσεις τούτων μέχρι δικοτύλων καὶ Παναθηναικὰ μέγιστα, τὰ μὲν δίχοα, τὰ δὲ καὶ μείζονα. πρόαρον κρατὴρ ξύλινος, εἰς ὃν τὸν οἶνον κιρνᾶσιν οἱ Ἀττικοί. κοίλοις ἐν προάροις φησὶ Πάμφιλος.
90 πελίκαι. Καλλίστρατος ἐν Ὑπομνήμασι Θρᾳττῶν Κρατίνου ἀποδίδωσι κύλικα. Κράτης δ’ ἐν δευτέρῳ Ἀττικῆς Διαλέκτου γράφει οὕτως· οἱ χόες πελίκαι, καθάπερ εἴπομεν, ὠνομάζοντο. ὁ δὲ τύπος ἦν τοῦ ἀγγείου πρότερον μὲν τοῖς Παναθηναικοῖς ἐοικώς, ἡνίκα ἐκαλεῖτο πελίκη, ὕστερον δὲ ἔσχεν οἰνοχόης σχῆμα, οἷοί εἰσιν οἱ ἐν τῇ ἑορτῇ παρατιθέμενοι, ὁποίους δή ποτε ὄλπας ἐκάλουν, χρώμενοι πρὸς τὴν τοῦ οἴνου ἔγχυσιν, καθάπερ Ἴων ὁ Χῖος ἐν Εὐρυτίδαις φησίν ἐκ ζαθέων πιθακνῶν ἀφύσσοντες ὄλπαις οἶνον ὑπερφίαλον κελαρύζετε. νυνὶ δὲ τὸ μὲν τοιοῦτον ἀγγεῖον καθιερωμένον τινὰ τρόπον ἐν τῇ ἑορτῇ παρατίθεται μόνον, τὸ δ’ ἐς τὴν χρείαν πῖπτον μετεσχημάτισται, ἀρυταίνῃ μάλιστα ἐοικός, ὃ δὴ καλοῦμεν χόα. τὴν δὲ ὄλπην Κλείταρχος Κορινθίους μέν φησι καὶ Βυζαντίους καὶ Κυπρίους τὴν λήκυθον ἀποδιδόναι, Θεσσαλοὺς δὲ τὴν πρόχοον. Σέλευκος δὲ πελίχναν Βοιωτοὺς μὲν τὴν κύλικα, Εὐφρόνιος δὲ ἐν Ὑπομνήμασι τοὺς χόας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme