Book 11
86
ΟΛΜΟΣ ποτήριον κερατίου τρόπον εἰργασμένον. Μενεσθένης ἐν δʹ Πολιτικῶν γράφει οὕτως (FHG IV 451)· ‘ἀλβατάνης δὲ στρεπτὸν καὶ ὅλμον χρυσοῦν. ὁ δὲ ὅλμος ἐστὶ ποτήριον κερατίου τρόπον εἰργασμένον, ὕψος ὡς πυγονιαῖον.’
87
ΟΞΥΒΑΦΟΝ. ἡ μὲν κοινὴ συνήθεια οὕτως καλεῖ τὸ ὄξους δεκτικὸν σκεῦος· ἐστὶ δὲ καὶ ὄνομα ποτηρίου, οὗ μνημονεύει Κρατῖνος μὲν ἐν Πυτίνῃ οὕτως (I 70 K)· πῶς τις αὐτόν, πῶς τις ἂν ἀπὸ τοῦ πότου παύσειε, τοῦ λίαν πότου; ἐγᾦδα. συντρίψω γὰρ αὐτοῦ τοὺς χόας καὶ τοὺς καδίσκους συγκεραυνώσω σποδῶν καὶ τἄλλα πάντ’ ἀγγεῖα τὰ περὶ τὸν πότον, κοὐδ’ ὀξύβαφον οἰνηρὸν ἔτι κεκτήσεται. ὅτι δέ ἐστι τὸ ὀξύβαφον εἶδος κύλικος μικρᾶς κεραμέας σαφῶς παρίστησιν Ἀντιφάνης ἐν Μύστιδι διὰ τούτων (II 77 K)· γραῦς ἐστι φίλοινος ἐπαινοῦσα κύλικα μεγάλην καὶ ἐξευτελίζουσα τὸ ὀξύβαφον ὡς βραχύ. εἰπόντος οὖν τινος πρὸς αὐτήν ‘σὺ δ’ ἀλλὰ πῖθι’, λέγει· τοῦτο μέν σοι πείσομαι. καὶ γὰρ ἐπαγωγόν, ὦ θεοί, τὸ σχῆμά πως τῆς κύλικός ἐστιν ἄξιόν τε τοῦ κλέους τοῦ τῆς ἑορτῆς. οὗ μὲν ἦμεν ἄρτι γὰρ ἐξ ὀξυβαφίων κεραμέων ἐπίνομεν· τούτῳ δέ, τέκνον, πολλὰ κἀγάθ’ οἱ θεοὶ τῷ δημιουργῷ δοῖεν, ὃς ἐποίησέ σε, τῆς συμμετρίας καὶ τῆς ἀφελείας οὕνεκα. κἀν τοῖς Βαβυλωνίοις οὖν τοῖς Ἀριστοφάνους (I 410 K) ἀκουσόμεθα ποτήριον τὸ ὀξύβαφον, ὅταν ὁ Διόνυσος λέγῃ περὶ τῶν Ἀθήνησι δημαγωγῶν ὡς αὐτὸν ᾔτουν ἐπὶ τὴν δίκην ἀπελθόντα ὀξυβάφω δύο. οὐ γὰρ ἄλλο τι ἡγητέον εἶναι ἢ ὅτι ἐκπώματα ᾔτουν. καὶ τὸ τοῖς ἀποκοτταβίζουσι δὲ ὀξύβαφον τιθέμενον εἰς ὃ τὰς λάταγας ἐγχέουσιν οὐκ ἄλλο τι ἂν εἴη ἢ ἐκπέταλον ποτήριον. μνημονεύει δὲ τοῦ ὀξυβάφου ὡς ποτηρίου καὶ Εὔβουλος ἐν Μυλωθρίδι (II 186 K)· καὶ πιεῖν χωρὶς μέτρω ὀξύβαφον εἰς τὸ κοινόν· εἶθ’ ὑπώμνυτο ὁ μὲν οἶνος ὄξος αὑτὸν εἶναι γνήσιον, τὸ δ’ ὄξος οἶνον αὑτὸ μᾶλλον θατέρου.
88
ΟΙΝΙΣΤΗΡΙΑ. οἱ μέλλοντες ἀποκείρειν τὸν σκόλλυν ἔφηβοι, φησὶ Πάμφιλος, εἰσφέρουσι τῷ Ἡρακλεῖ μέγα ποτήριον πληρώσαντες οἴνου, ὃ καλοῦσιν οἰνιστηρίαν, καὶ σπείσαντες τοῖς συνελθοῦσι διδόασι πιεῖν.
88
ΟΛΛΙΞ. Πάμφιλος ἐν Ἀττικαῖς Λέξεσι τὸ ξύλινον ποτήριον ἀποδίδωσι.