Book 11
93
πλημοχόη σκεῦος κεραμεοῦν βεμβικῶδες ἑδραῖον ἡσυχῇ ὃ κοτυλίσκον ἔνιοι προσαγορεύουσιν, ὥς φησι Πάμφιλος. χρῶνται δὲ αὐτῷ ἐν Ἐλευσῖνι τῇ τελευταίᾳ τῶν μυστηρίων ἡμέρᾳ, ἣν καὶ ἀπ’ αὐτοῦ προσαγορεύουσι Πλημοχόας· ἐν ᾗ δύο πλημοχόας πληρώσαντες τὴν μὲν πρὸς ἀνατολάς, τὴν δὲ πρὸς δύσιν ἀνιστάμενοι ἀνατρέπουσίν, ἐπιλέγοντες ῥῆσιν μυστικήν. μνημονεύει αὐτῶν καὶ ὁ τὸν Πειρίθουν γράψας, εἴτε Κριτίας ἐστὶν ὁ τύραννος ἢ Εὐριπίδης, λέγων οὕτως · ἵνα πλημοχόας τάσδ’ εἰς χθόνιον χάσμ’ εὐφήμως προχέωμεν. πρίστις ; ὅτι ποτηρίου εἶδος προείρηται ἐν τῷ περὶ τοῦ βατιακίου λόγῳ.
94
προχύτης εἶδος ἐκπώματος, ὡς Σιμάριστος ἐν τετάρτῳ Συνωνύμων. Ἴων δ’ ὁ Χῖος ἐν Ἐλεγείοις· ἡμῖν δὲ κρητῆρ’ οἰνοχόοι θέραπες κιρνάντων προχύταισιν ἐν ἀργυρέοις. Φιλίτας δ’ ἐν Ἀτάκτοις ἀγγεῖον ξύλινον, ἀφ’ οὗ τοὺς ἀγροίκους πίνειν. μνημονεύει αὐτοῦ καὶ Ἀλέξανδρος ἐνι Ἀντιγόνῃ Ξενοφῶν δ’ ἐν ὀγδόῳ Παιδείας προχοίδας τινὰς λέγει, γράφων ὧδε ὁ δὲ λόγος ἐστὶν αὐτῷ περὶ Περσῶν· ἦν δὲ αὐτοῖς νόμιμον μὴ προχοίδας εἰσφέρεσθαι εἰς τὰ συμπόσια, δῆλον ὅτι νομίζοντες τὸ μὴ ὑπερπίνειν ἧττον ἂν καὶ σώματα καὶ γνώμας σφάλλειν νῦν δὲ τὸ μὲν μὴ εἰσφέρεσθαι ἔτι αὖ καταμένει· τοσοῦτον δὲ πίνουσιν ὥστε ἀντὶ τοῦ εἰσφέρειν αὐτοὶ ἐκφέρονται, ἐπειδὰν μηκέτι δύνωνται ὀρθούμενοι ἐξιέναι. Προυσίας . ὅτι τὸ ποτήριον τοῦτο ἔξορθόν ἐστι προείρηται. καὶ ὅτι τὴν προσηγορίαν ἔσχεν ἀπὸ Προυσίου τοῦ Βιθυνίας βασιλεύσαντος καὶ ἐπὶ τρυφῇ καὶ μαλακίᾳ διαβοήτου γενομένου ἱστορεῖ Νίκανδρος ὁ Καλχηδόνιος ἐν τετάρτῳ Προυσίου Συμπτωμάτων.
95
ῥέοντα , οὕτως ποτήριά τινα ἐκαλεῖτο. μνημονεύει δ’ αὐτῶν Ἀστυδάμας ἐν Ἑρμῇ λέγων οὕτως· κρατῆρε μὲν πρώτιστον ἀργυρὼ δύο, φιάλας δὲ πεντήκοντα, δέκα δὲ κυμβία, ῥέοντα δώδεχ᾽, ὧν τὰ μὲν δέκ’ ἀργυρᾶ ἦν, δύο δὲ χρυσᾶ, γρύψ, τὸ δ’ ἕτερον Πήγασος. ῥύσις. φιάλη χρυσῆ, Θεόδωρος. Κρατῖνος ἐν Νόμοις· ῥυσίδι σπένδων.