Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 11

97 ῥυτὸν ἔχει τὸ υ βραχὺ καὶ ὀξύνεται. Δημοσθένης ἐν τῷ κατὰ Μειδίου ῥυτὰ καὶ κυμβία, φησί, καὶ φιάλας. Δίφιλος δ’ ἐν Εὐνούχῳ ἢ Στρατιώτῃ ἐστὶ δὲ τὸ δρᾶμα διασκευὴ τοῦ Αἱρησιτείχους ἔσθ’ ὑποχέασθαι πλείονας, πιεῖν δ’ ἔτι ἁδρότερον ἢ τῶν Ῥοδιάδων ἢ τῶν ῥυτῶν; Ἐπίνικος δ’ ἐν Ὑποβαλλομέναις· α. καὶ τῶν ῥυτῶν τὰ μέγιστα τῶν ὄντων τρία πίνειν δεήσει τήμερον πρὸς κλεψύδραν κρουνιζόμενον. β. ἀμφότερα δ’ οἰωνίζομαι. α. ἕν ἐστιν ἐλέφασ—β. ἀλλ’ ἐλέφαντας περιάγει; α. χωροῦν δύο χόας. β. οὐδ’ ἂν ἐλέφας ἐκπίοι. α. ἐγὼ δέ τοῦτὸ γ’ ἐκπέπωκα πολλάκις. β. οὐδὲν ἐλέφαντος γὰρ διαφέρεις. α. οὐδὲ σύ. ἕτερον τριήρης· τοῦτ’ ἴσως χωρεῖ χόα. περὶ δὲ τοῦ τρίτου λέγων φησίν ὁ Βελλεροφόντης ἐστὶν ἀπὸ τοῦ Πηγάσου τὴν πύρπνοον Χίμαιραν εἰσηκοντικώς. εἶεν, δέχου καὶ τοῦτο. ἐκαλεῖτο δὲ τὸ ῥυτὸν πρότερον κέρας, δοκεῖ δὲ σκευοποιηθῆναι ὑπὸ πρώτου τοῦ Φιλαδέλφου Πτολεμαίου βασιλέως φόρημα γενέσθαι τῶν Ἀρσινόης εἰκόνων. τῇ γὰρ εὐωνύμῳ χειρὶ ἐκείνη τοιοῦτον φέρει δημιούργημα πάντων τῶν ὡραίων πλῆρες, ἐμφαινόντων τῶν δημιουργῶν ὡς καὶ τοῦ τῆς Ἀμαλθείας ἐστὶν ὀλβιώτερον τὸ κέρας τοῦτο. μνημονεύει αὐτοῦ Θεοκλῆς ἐν Ἰθυφάλλοις οὕτως· ἐθύσαμεν γὰρ σήμερον Σωτήρια πάντες οἱ τεχνῖται· μεθ’ ὧν πιὼν τὸ δίκερας ὡς τὸν φίλτατον βασιλέα πάρειμι. Διονύσιος δ’ ὁ Σινωπεὺς ἐν Σῳζούσῃ καταλέγων τινὰ ποτήρια καὶ τοῦ ῥυτοῦ ἐμνήσθη, ὡς προεῖπον. Ἡδύλος δ’ ἐν Ἐπιγράμμασι περὶ τοῦ κατασκευασθέντος ὑπὸ Κτησιβίου τοῦ μηχανοποιοῦ ῥυτοῦ μνημονεύων φησί· ζωροπόται, καὶ τοῦτο φιλοζεφύρου κατὰ νηὸν τὸ ῥυτὸν εὐδίης δεῦτ’ ᾽ἴδετ’ Ἀρσινόης, ὀρχηστὴν Βησᾶν Αἰγύπτιον ὃς λιγὺν ἦχον σαλπίζει κρουνοῦ πρὸς ῥύσιν οἰγομένου, οὐ πολέμου σύνθημα, διὰ χρυσέου δὲ γέγωνεν κώδωνος κώμου σύνθεμα καὶ θαλίης, Νεῖλος ὁκοῖον ἄναξ μύσταις φίλον ἱεραγωγοῖς εὗρε μέλος θείων πάτριον ἐξ ὑδάτων. ἀλλ’ εἰ Κτησιβίου σοφὸν εὕρεμα τίετε τοῦτο, δεῦτε, νέοι, νηῷ τῷδε παρ’ Ἀρσινόης. Θεόφραστος δ’ ἐν τῷ περὶ Μέθης τὸ ῥυτόν φησιν ὀνομαζόμενον ποτήριον τοῖς ἥρωσι μόνοις ἀποδίδοσθαι. Δωρόθεος δ’ ὁ Σιδώνιός φησιν τὰ ῥυτὰ κέρασιν ὅμοια εἶναι, διατετρημένα δ’ εἶναι, ἐξ ὧν κρουνιζόντων λεπτῶς κάτωθεν πίνουσιν, ὠνομάσθαι τε ἀπὸ τῆς ῥύσεως.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme