Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 11

98 σαννάκρα. Κράτης ἐν πέμπτῳ Ἀττικῆς Διαλέκτου ἔκπωμά φησιν εἶναι οὕτως καλούμενον. ἐστὶ δὲ Περσικόν. Φιλήμων δ’ ἐν τῇ Χήρᾳ βατιακῶν μνησθεὶς καὶ τῇ γελοιότητι τοῦ ὀνόματος προσπαίξας φησί· σαννάκρα, ἱπποτραγέλαφοι, βατιάκια, σαννάκια. σελευκὶς. ὅτι ἀπὸ Σελεύκου τοῦ βασιλέως τὴν προσηγορίαν ἔσχεν τὸ ἔκπωμα προείρηται, ἱστοροῦντος τοῦτο καὶ Ἀπολλοδώρου τοῦ Ἀθηναίου. πολέμων δ’ ἐν πρώτῳ τῶν πρὸς Ἀδαῖον ποτήρια, φησί, παραπλήσια Σελευκίς, Ῥοδιάς, Ἀντιγονίς. σκάλλιον κυλίκιον μικρὸν ᾧ σπένδουσιν Αἰολεῖς, ὡς Φιλίτας φησιν ἐν Ἀτάκτοις. ¯

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme