Book 11
10
πρὸς οὓς λεκτέον ὅτι τρόποι εἰσὶ πόσεων κατὰ πόλεις ἴδιοι, ὡς Κριτίας παρίστησιν ἐν τῇ Λακεδαιμονίων Πολιτείᾳ (FHG II 68) διὰ τούτων· ‘ὁ μὲν Χῖος καὶ Θάσιος ἐκ μεγάλων κυλίκων ἐπιδέξια, ὁ δ’ Ἀττικὸς ἐκ μικρῶν ἐπιδέξια, ὁ δὲ Θετταλικὸς ἐκπώματα προπίνει ὅτῳ ἂν βούλωνται μεγάλα. Λακεδαιμόνιοι δὲ τὴν παρ’ αὑτῷ ἕκαστος πίνει, ὁ δὲ παῖς ὁ οἰνοχόος ὅσον ἂν ἀποπίῃ.’ τοῦ δ᾽ ἐπιδέξια πίνειν μνημονεύει καὶ Ἀναξανδρίδης ἐν Ἀγροίκοις οὕτως (II 135 K)· τίνα δὴ παρεσκευασμένοι πίνειν τρόπον ἐστὲ νυνί, λέγεθ᾽. Β. ὅντινα τρόπον ἡμεῖς; τοιοῦτον οἷον ἂν καὶ σοὶ δοκῇ. Α. βούλεσθε δήπου τὸν ἐπιδέξι᾽, ὦ πάτερ, λέγειν ἐπὶ τῷ πίνοντι. Β. τὸν ἐπιδέξια λέγειν; Ἄπολλον, ὡσπερεὶ τεθνηκότι.
11
παραιτητέον δ’ ἡμῖν τὰ κεράμεα ποτήρια. καὶ γὰρ Κτησίας ‘παρὰ Πέρσαις, φησίν (fr. 51 M), ὃν ἂν βασιλεὺς ἀτιμάσῃ, κεραμέοις χρῆται.’ Χοιρίλος δ’ ὁ ἐποποιός φησι (fr. 9 Ki)· χερσὶν ὄλβον ἔχω κύλικος τρύφος ἀμφὶς ἐαγός, ἀνδρῶν δαιτυμόνων ναυάγιον, οἷά τε πολλὰ πνεῦμα Διωνύσοιο πρὸς Ὕβριος ἔκβαλεν ἀκτάς. ἐγὼ δὲ εὖ οἶδα ὅτι ἥδιστα πολλάκις ἐστὶ τὰ κεράμεα ἐκπώματα, ὡς καὶ τὰ παρ’ ἡμῖν ἐκ τῆς Κόπτου καταγόμενα· μετὰ γὰρ ἀρωμάτων συμφυραθείσης τῆς γῆς ὀπτᾶται. καὶ Ἀριστοτέλης δὲ ἐν τῷ περὶ Μέθης (fr. 96 R) ‘αἱ Ῥοδιακαί, φησί, προσαγορευόμεναι χυτρίδες διά τε τὴν ἡδονὴν εἰς τὰς μέθας παρεισφέρονται καὶ διὰ τὸ θερμαινομένας τὸν οἶνον ἧττον ποιεῖν μεθύσκειν. σμύρνης γὰρ καὶ σχοίνου καὶ τῶν τοιούτων ἑτέρων εἰς ὕδωρ ἐμβληθέντων ἕψονται καὶ παραχεόντων εἰς τὸν οἶνον ἧττον μεθύσκουσιν.’ κἀν ἄλλῳ δὲ μέρει φησίν (fr. 97)· ‘αἱ Ῥοδιακαὶ χυτρίδες γίνονται σμύρνης, σχοίνου, ἀνήθου, κρόκου, βαλσάμου, ἀμώμου, κινναμώμου συνεψηθέντων· ἀφ’ ὧν τὸ γινόμενον τῷ οἴνῳ παραχυθὲν οὕτω τὰς μέθας ἵστησιν ὥστε καὶ τῶν ἀφροδισίων παραλύειν τὰ πνεύματα πέττον.’