Book 11
11
παραιτητέον δ’ ἡμῖν τὰ κεράμεα ποτήρια, καὶ γὰρ Κτησίας ᾽ παρὰ Πέρσαις φησίν, ᾽ ὃν ἂν βασιλεὺς ἀτιμάσῃ, κεραμέοις ποτηρίοις ὁ χρῆται Χοιρίλος δ’ ὁ ἐποποιός φησι· χερσὶν ἔχω κολοβὸν κύλικος τρύφος ἀμφὶς ἐαγός, ἀνδρῶν δαιτυμόνων ναυάγιον, οἷά τε πολλὰ πνεῦμα Διωνύσοιο πρὸς Ὕβριος ἔκβαλεν ἀκτάς. ἐγὼ δ’ εὖ οἶδα ὅτι ἥδιστα πολλάκις ἐστὶ τὰ κεράμεα ἐκπώματα, ὡς καὶ τὰ παρ’ ἡμῖν ἐκ τῆς Κόπτου καταγόμενα· μετὰ γὰρ ἀρωμάτων συμφυραθείσης τῆς γῆς ὀπτᾶται. καὶ Ἀριστοτέλης δὲ ἐν τῷ περὶ Μέθης ᾽ αἱ Ῥοδιακαί φησί, ᾽ προσαγορευόμεναι χυτρίδες διά τε τὴν ἡδονὴν εἰς τὰς μέθας παρεισφέρονται καὶ διὰ τὸ θερμαινομένας τὸν οἶνον ἧττον ποιεῖν μεθύσκειν. σμύρνης γὰρ καὶ σχοίνου καὶ τῶν τοιούτων ἑτέρων εἰς ὕδωρ ἐμβληθέντων ἕψονται καὶ παραχεόντων εἰς τὸν οἶνον ἧττον μεθύσκουσιν κἀν ἄλλῳ δὲ μέρει φησὶν ᾽ αἱ Ῥοδιακαὶ χυτρίδες γίνονται σμύρνης, σχοίνου, ἀνήθου, κρόκου, βαλσάμου, ἀμώμου, κινναμώμου συνεψηθέντων· ἀφ’ ὧν τὸ γινόμενον τῷ οἴνῳ παραχυθὲν οὕτω μέθας ἵστησιν ὥστε καὶ τῶν ἀφροδισίων παραλύειν τὰ πνεύματα πέττον.᾽
12
οὐ δεῖ οὖν ἡμᾶς ἐκμανῶς πίνειν ἀποβλέποντας εἰς τὸ πλῆθος τῶν καλῶν τούτων καὶ παντοδαπῶν κατὰ τὰς τέχνας ἐκπωμάτων. τὴν δὲ μανίαν τοὺς πολλούς φησιν ὁ Χρύσιππος ἐν τῇ Εἰσαγωγῇ, τῇ περὶ ἀγαθῶν καὶ κακῶν Πραγματείᾳ, τοῖς πλείστοις προσάπτειν. καλεῖσθαι γοῦν τὴν μὲν γυναικομανίαν, τὴν δ’ ὀρτυγομανίαν. ‘τινὲς δὲ καὶ δοξομανεῖς καλοῦσι τοὺς φιλοδόξους, καθάπερ τοὺς φιλογύνας γυναικομανεῖς καὶ τοὺς φιλόρνιθας ὀρνιθομανεῖς, τὸ αὐτὸ σημαινόντων τῶν ὀνομάτων τούτων, ὥστε καὶ τὰ λοιπὰ μὴ ἀλλοτρίως καλεῖσθαι τὸν τρόπον τοῦτον, καὶ γὰρ ὁ φίλοψος καὶ ὁ ὀψοφάγος οἷον ὀψομανής ἐστι καὶ ὁ φίλοινος οἰνομανὴς καὶ ὡσαύτως ἐπὶ τῶν ὁμοίων, οὐκ ἀλλοτρίως τῆς μανίας κειμένης ἐπ’ αὐτοῖς ὡς ἁμαρτάνουσι μανικῶς καὶ τῆς ἀληθείας ἐπὶ πλεῖον ἀπαρτωμένοις.’