Book 11
104
Κρατίνου δ’ εἰπόντος ἐν Δραπέτισιν δέχεσθε φιάλας τάσδε βαλανειομφάλους, Ἐρατοσθένης ἐν τῷ ἑνδεκάτῳ περὶ Κωμῳδίας τὴν λέξιν ἀγνοεῖν φησι Λυκόφρονα· τῶν γὰρ φιαλῶν οἱ ὀμφαλοὶ καὶ τῶν βαλανείων οἱ θόλοι παρόμοιοι· εἰς δὲ τὸ εἶδος οὐκ ἀρρύθμως παίζονται. Ἀπίων δὲ καὶ Διόδωρός φησι· φιάλαι ποιαί, ὧν ὁ ὀμφαλὸς παραπλήσιος ἠθμῷ. ὁ δὲ Μυρλεανὸς Ἀσκληπιάδης ἐν τοῖς περὶ τῆς Νεστορίδος· αἱ φιάλαι ὑπὸ Κρατίνου βαλανειόμφαλοι, φησίν, λέγονται ὅτι οἱ ὀμφαλοὶ αὐτῶν καὶ τῶν βαλανείων οἱ θόλοι ὅμοιοί εἰσιν. καὶ Δίδυμος δὲ τὰ αὐτὰ εἰπὼν παρατίθεται τὰ Λυκόφρονος οὕτως ἔχοντα· ἀπὸ τῶν ὀμφαλῶν τῶν ἐν ταῖς γυναικείαις πυέλοις, ὅθεν τοῖς σκαφίοις ἀρύουσιν. Τίμαρχος δ’ ἐν τετάρτῳ περὶ τοῦ Ἐρατοσθένους Ἑρμοῦ πεπαῖχθαί τις ἂν οἰηθείη, φησί, τὴν λέξιν, διότι τὰ πλεῖστα τῶν Ἀθήνησι βαλανείων κυκλοειδῆ ταῖς κατασκευαῖς ὄντα τοὺς ἐξαγωγοὺς ἔχει κατὰ μέσον, ἐφ’ οὗ χαλκοῦς ὀμφαλὸς ἔπεστιν. Ἴων δ’ ἐν Ὀμφάλῃ· ἴτ᾽ ἐκφορεῖτε, παρθένοι, κύπελλα καὶ μεσομφάλους. οὕτω δ’ εἴρηκε τὰς βαλανειομφάλους, ὧν Κρατῖνος μνημονεύει· δέχεσθε φιάλας τάσδε βαλανειομφάλους. καὶ Θεόπομπος δ’ ἐν Ἀλθαίᾳ ἔφη· λαβοῦσα πλήρη χρυσέαν μεσόμφαλον φιάλην. Τελέστης δ’ ἄκατον ὠνόμαζέ νιν, ὡς τοῦ Τελέστου ἄκατον τὴν φιάλην εἰρηκότος. Φερεκράτης δὲ ἢ ὁ πεποιηκὼς τοὺς εἰς αὐτὸν ἀναφερομένους Πέρσας φησί· στεφάνους τε πᾶσι κὠμφαλωτὰς χρυσίδας.
105
Ἀθηναῖοι δὲ τὰς μὲν ἀργυρᾶς φιάλας ἀργυρίδας λέγουσι, χρυσίδας δὲ τὰς χρυσᾶς. τῆς δὲ ἀργυρίδος Φερεκράτης μὲν ἐν Πέρσαις οὕτως μνημονεύει· οὗτος σύ, ποῖ τὴν ἀργυρίδα τηνδὶ φέρεις; χρυσίδος δὲ Κρατῖνος ἐν Νόμοις· χρυσίδι σπένδων γέγωνε τοῖς ὄφεσι πιεῖν διδούς· καὶ Ἕρμιππος ἐν Κέρκωψι· χρυσίδ’ οἴνου πανσέληνον ἐκπιὼν ὑφείλετο. καὶ ὅ γε ἐ.., ἐκαλεῖτο δέ τις καὶ βαλανωτὴ φιάλη, ἧς τῷ πυθμένι χρυσοῖ ὑπέκειντο ἀστράγαλοι. Σῆμος δ’ ἐν Δήλῳ ἀνακεῖσθαί φησι χαλκοῦν φοίνικα, Ναξίων ἀνάθημα, καὶ καρυωτὰς φιάλας χρυσᾶς. Ἀναξανδρίδης δὲ φιάλας Ἄρεος καλεῖ τὰ ποτήρια ταῦτα. Αἰολεῖς δὲ τὴν φιάλην ἀράκην καλοῦσι.