Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 11

106 Φθίος . πλατεῖαι φιάλαι ὀμφαλωτοί. Εὔπολις· σὺν φθοῖσι προσπεπτωκώς. ἔδει δὲ ὀξύνεσθαι ὡς Καρσί, παισί, φθειρσί, Φιλοτησία. κύλιξ τις ἣν κατὰ φιλίαν προὔπινον, ὥς φησι Πάμφιλος. Δημοσθένης δέ φησι· καὶ φιλοτησίας προὔπινεν. Ἄλεξις· φιλοτησίαν σοι τήνδ’ ἐγὼ ἰδίᾳ τε καὶ κοινῇ κύλικα προπίομαι. ἐκαλεῖτο δὲ καὶ τὸ ἑταιρικὸν συνευωχούμενον φιλοτήσιον. Ἀριστοφάνης· ἑπτάπους γοῦν ἡ σκιὰ ᾽ στιν ἡ ᾽ πὶ τὸ δεῖπνον ὡς ἤδη καλεῖ μ᾽ ὁ χορὸς ὁ φιλοτήσιος. διὰ δὲ τὴν τοιαύτην πρόποσιν ἐκαλεῖτο καὶ κύλιξ φιλοτησία, ὡς ἐν Λυσιστράτῃ · δέσποινα Πειθοῖ καὶ κύλιξ φιλοτησία. χόννοι. παρὰ Γορτυνίοις ποτηρίου εἶδος, ὅμοιον θηρικλείῳ, χάλκεον ὃ δίδοσθαι τῷ ἁρπασθέντι ὑπὸ τοῦ ἐραστοῦ φησιν Ἑρμῶναξ. Χαλκιδικὰ ποτήρια ἴσως ἀπὸ τῆς Χαλκίδος τῆς Θρᾳκικῆς εὐδοκιμοῦντα.
107 χυτρῖδες. Ἄλεξις ἐν Ὑποβολιμαίῳ· ἐγὼ Πτολεμαίου τοῦ βασιλέως τέτταρα χυτρίδι’ ἀκράτου· τῆς τ’ ἀδελφῆς προσλαβὼν τῆς τοῦ βασιλέως ταὔτ᾽, ἀπνευστὶ τ’ ἐκπιὼν ὡς ἄν τις ἥδιστ’ ἴσον ἴσῳ κεκραμένον, καὶ τῆς Ὁμονοίας, διὰ τί νῦν μὴ κωμάσω ἄνευ λυχνούχου πρὸς τὸ τηλικοῦτο φῶς; Ἡρόδοτος δ’ ἐν τῇ πέμπτῃ τῶν Ἱστοριῶν νόμον φησὶ θέσθαι Ἀργείους καὶ Αἰγινήτας Ἀττικὸν μηδὲν προσφέρειν πρὸς τὰς θυσίας μηδὲ κέραμον, ἀλλ’ ἐκ χυτρίδων ἐπιχωρίων τὸ λοιπὸν αὐτόθι εἶναι πίνειν. καὶ Μελέαγρος δ’ ὁ κυνικὸς ἐν τῷ Συμποσίῳ οὑτωσὶ γράφει· κἀν τοσούτῳ πρόποσιν αὐτῷ βαρεῖαν διέδωκε, χυτρίδια βαθέα δώδεκα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme