Book 11
107
ΧΥΤΡΙΔΕΣ. Ἄλεξις ἐν Ὑποβολιμαίῳ (II 386 K)· ἐγὼ Πτολεμαίου τοῦ βασιλέως τέτταρα χυτρίδι’ ἀκράτου τῆς τ’ ἀδελφῆς προσλαβὼν τῆς τοῦ βασιλέως ταὔτ᾽, ἀπνευστί τ’ ἐκπιὼν ὡς ἄν τις ἥδιστ’ ἴσον ἴσῳ κεκραμένον, καὶ τῆς Ὁμονοίας δύο, τί νῦν μὴ κωμάσω ἄνευ λυχνούχου πρὸς τὸ τηλικοῦτο φῶς; Ἡρόδοτος δ’ ἐν τῇ πέμπτῃ τῶν Ἱστοριῶν (c. 88) νόμον φησὶ θέσθαι Ἀργείους καὶ Αἰγινήτας Ἀττικὸν μηδὲν προσφέρειν πρὸς τὰς θυσίας μηδὲ κέραμον, ἀλλ᾽ ἐκ χυτρίδων ἐπιχωρίων τὸ λοιπὸν αὐτόθι εἶναι πίνειν. καὶ Μελέαγρος δ’ ὁ κυνικὸς ἐν τῷ Συμποσίῳ οὑτωσὶ γράφει· ‘κἀν τοσούτῳ πρόποσιν αὐτῷ βαρεῖαν διέδωκε, χυτρίδια βαθέα δώδεκα.’
108
ΨΥΓΕΥΣ ἢ ΨΥΚΤΗΡ. Πλάτων Συμποσίῳ (p. 213e)· ‘ἀλλὰ φέρε, παῖ, φάναι, τὸν ψυκτῆρα ἐκεῖνον, ἰδόντα αὐτὸν πλέον ἢ ὀκτὼ κοτύλας χωροῦντα. τοῦτον οὖν ἐμπλησάμενον πρῶτον μὲν αὐτὸν ἐκπιεῖν, ἔπειτα τῷ Σωκράτει κελεύειν ἐγχεῖν.’ .... ‘παραμηκύνειν ἐγχειροῦντος τοῦ Ἀρχεβούλου, εὐκαιρότατα προχέων ὁ παῖς τοῦ οἰναρίου ἀνατρέπει τὸν ψυκτῆρα.’ Ἄλεξις ἐν Εἰσοικιζομένῳ φησὶ (II 319 K) ‘τρικότυλον ψυγέα.’ Διώξιππος Φιλαργύρῳ (III 359 K)· παρ’ Ὀλυμπίχου δὲ θηρικλείους ἔλαβεν ἕξ, ιτάτους δύο ψυκτῆρας. Μένανδρος δ’ ἐν τῷ ἐπιγραφομένῳ δράματι Χαλκεῖά φησιν (fr. 510 K)· τοῦτο δὴ τὸ νῦν ἔθος ‘ἄκρατον’ ἐβόων, ‘τὴν μεγάλην.’ ψυκτῆρά τις προὔπινεν ἄν, τοὺς ἀθλίους ἀπολλύων. Ἐπιγένης δ’ ἐν Ἡρωίνῃ καταλέγων πολλὰ ποτήρια καὶ τοῦ ψυγέως οὕτως μνημονεύει (II 417 K)· τὴν θηρίκλειον δεῦρο καὶ τὰ Ῥοδιακὰ κόμισον λαβὼν τοὺς παῖδας. εἶτ’ οἴσεις μόνος ψυκτῆρα, κύαθον, κυμβία. Στράττις Ψυχασταῖς (I 728 K)· ὃ δέ τις ψυκτῆρ᾽, ὃ δέ τις κύαθον χαλκοῦν κλέψας ἀπορῶν κεῖται, κοτύλη δ’ ἀνὰ χοίνικα μάττει. Ἄλεξις δ’ ἐν Ἱππίσκῳ ψυκτηρίδιον καλεῖ διὰ τούτων (II 297 K)· ἀπήντων τῷ ξένῳ εἰς τὴν κατάλυσιν ησονην αἴθων ἀνήρ. τοῖς παισί τ’ εἶπα (δύο γὰρ ἦγον οἴκοθεν) τἀκπώματ’ εἰς τὸ φανερὸν ἐκνενιτρωμένα θεῖναι· κύαθος δ’ ἦν ἀργυροῦς, τἀκπώματα ἦγεν δύο δραχμάς, κυμβίον δὲ τέτταρας, ψυκτηρίδιον δὲ δύ’ ὀβολούς, Φιλιππίδου λεπτότερον.