Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 11

12 οὐ δεῖ οὖν ἡμᾶς ἐκμανῶς πίνειν ἀποβλέποντας εἰς τὸ πλῆθος τῶν καλῶν τούτων καὶ παντοδαπῶν κατὰ τὰς τέχνας ἐκπωμάτων. τὴν δὲ μανίαν τοὺς πολλούς φησιν ὁ Χρύσιππος ἐν τῇ Εἰσαγωγικῇ περὶ ἀγαθῶν καὶ κακῶν Πραγματείᾳ τοῖς πλείστοις προσάπτειν. καλεῖσθαι γοῦν τὴν μὲν γυναικομανίαν, τὴν δ᾽ ὀρτυγομανίαν. ‘τινὲς δὲ καὶ δοξομανεῖς καλοῦσι τοὺς φιλοδόξους, καθάπερ τοὺς φιλογύνας γυναικομανεῖς καὶ τοὺς φιλόρνιθας ὀρνιθομανεῖς, τὸ αὐτὸ σημαινόντων τῶν ὀνομάτων τούτων. ὥστε καὶ τὰ λοιπὰ μὴ ἀλλοτρίως καλεῖσθαι τὸν τρόπον τοῦτον. καὶ γὰρ ὁ φίλοψος καὶ ὁ ὀψοφάγος οἷον ὀψομανής ἐστι καὶ ὁ φίλοινος οἰνομανὴς καὶ ὡσαύτως ἐπὶ τῶν ὁμοίων, οὐκ ἀλλοτρίως τῆς μανίας κειμένης ἐπ’ αὐτοῖς ὡς ἁμαρτάνουσι μανικῶς καὶ τῆς ἀληθείας ἐπὶ πλεῖστον ἀπαρτωμένοις.’

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme