Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 11

120 διὸ καὶ Ἔφιππος ὁ κωμῳδιοποιὸς ἐν Ναυάγῳ Πλάτωνά τε αὐτὸν καὶ τῶν γνωρίμων τινὰς κεκωμῴδηκεν ὡς καὶ ἐπ’ ἀργυρίῳ συκοφαντοῦντας, ἐμφαίνων ὅτι καὶ πολυτελῶς ἠσκοῦντο καὶ ὅτι τῆς εὐμορφίας τῶν καθ’ ἡμᾶς ἀσελγῶν πλείονα πρόνοιαν ἐποιοῦντο· λέγει δ’ οὕτως· ἔπειτ’ ἀναστὰς εὔστοχος νεανίας τῶν ἐξ Ἀκαδημίας τις ὑποπλατωνικὸς Βρυσωνοθρασυμαχειοληψικερμάτων, πληγεὶς ἀνάγκῃ ληψιλογομίσθῳ τέχνῃ συνών τις, οὐκ ἄσκεπτα δυνάμενος λέγειν, εὖ μὲν μαχαίρᾳ ξύστ’ ἔχων τριχώματα, εὖ δ’ ὑποκαθιεὶς ἄτομα πώγωνος βάθη, εὖ δ’ ἐν πεδίλῳ πόδα τιθεὶς ἐπισφύρων κνήμης ἱμάντων ἰσομέτροις ἑλίγμασιν, ὄγκῳ τε χλανίδος εὖ τεθωρακισμένος, σχῆμ’ ἀξιόχρεων ἐπικαθεὶς βακτηρίᾳ, ἀλλότριον, οὐκ οἰκεῖον, ὡς ἐμοὶ δοκεῖ, ἔλεξεν ἄνδρες τῆς Ἀθηναίων χθονός.᾽ μέχρι τούτων ἡμῖν πεπεραιώσθω καὶ ἥδε ἡ συναγωγή, φίλτατε Τιμόκρατες. ἑξῆς δὲ ἐροῦμεν περὶ τῶν ἐπὶ τρυφῇ διαβοήτων γενομένων.
← Previous 86 / 86

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme