Book 11
120
διὸ καὶ Ἔφιππος ὁ κωμῳδιοποιὸς ἐν Ναυάγῳ Πλάτωνά τε αὐτὸν καὶ τῶν γνωρίμων τινὰς κεκωμῴδηκεν ὡς καὶ ἐπ’ ἀργυρίῳ συκοφαντοῦντας, ἐμφαίνων ὅτι καὶ πολυτελῶς ἠσκοῦντο καὶ ὅτι τῆς εὐμορφίας τῶν καθ’ ἡμᾶς ἀσελγῶν πλείονα πρόνοιαν ἐποιοῦντο· λέγει δ’ οὕτως (II 257 K)· ἔπειτ’ ἀναστὰς εὔστοχος νεανίας τῶν ἐξ Ἀκαδημίας τις ὑπὸ Πλάτωνα καὶ Βρυσωνοθρασυμαχειοληψικερμάτων, πληγεὶς ἀνάγκῃ ληψολιγομίσθῳ τέχνῃ συνών τις, οὐκ ἄσκεπτα δυνάμενος λέγειν, εὖ μὲν μαχαίρᾳ ξύστ’ ἔχων τριχώματα, εὖ δ’ ὑποκαθιεὶς ἄτομα πώγωνος βάθη, εὖ δ’ ἐν πεδίλῳ πόδα τιθεὶς ὑπὸ ξυρὸν κνήμης ἱμάντων ἰσομέτροις ἑλίγμασιν, ὄγκῳ τε χλανίδος εὖ τεθωρακισμένος, σχῆμ’ ἀξιόχρεων ἐπικαθεὶς βακτηρίᾳ, ἀλλότριον, οὐκ οἰκεῖον, ὡς ἐμοὶ δοκεῖ, ἔλεξεν· ‘ἄνδρες τῆς Ἀθηναίων χθονός.’ μέχρι τούτων ἡμῖν πεπεραιώσθω καὶ ἥδε ἡ συναγωγή, φίλτατε Τιμόκρατες. ἑξῆς δὲ ἐροῦμεν περὶ τῶν ἐπὶ τρυφῇ διαβοήτων γενομένων.