Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 12

26 ΜΙΛΗΣΙΟΙ δ’ ἕως μὲν οὐκ ἐτρύφων, ἐνίκων Σκύθας, ὥς φησιν Ἔφορος (FHG I 260), καὶ τάς τε ἐφ’ Ἑλλησπόντῳ πόλεις ἔκτισαν καὶ τὸν Εὔξεινον Πόντον κατῴκισαν πόλεσι λαμπραῖς, καὶ πάντες ὑπὸ τὴν Μίλητον ἔθεον. ὡς δὲ ὑπήχθησαν ἡδονῇ καὶ τρυφῇ, κατερρύη τὸ τῆς πόλεως ἀνδρεῖον, φησὶν ὁ Ἀριστοτέλης (fr. 509 R), καὶ παροιμία τις ἐγεννήθη ἐπ’ αὐτῶν ‘πάλαι ποτ’ ἦσαν ἄλκιμοι Μιλήσιοι.’ Ἡρακλείδης δ’ ὁ Ποντικὸς ἐν δευτέρῳ περὶ Δικαιοσύνης φησίν· ‘ἡ Μιλησίων πόλις περιπέπτωκεν ἀτυχίαις διὰ τρυφὴν βίου καὶ πολιτικὰς ἔχθρας· οἳ τὸ ἐπιεικὲς οὐκ ἀγαπῶντες ἐκ ῥιζῶν ἀνεῖλον τοὺς ἐχθρούς. στασιαζόντων γὰρ τῶν τὰς οὐσίας ἐχόντων καὶ τῶν δημοτῶν, οὓς ἐκεῖνοι Γέργιθας ἐκάλουν, πρῶτον μὲν κρατήσας ὁ δῆμος καὶ τοὺς πλουσίους ἐκβαλὼν καὶ συναγαγὼν τὰ τέκνα τῶν φυγόντων εἰς ἁλωνίας βοῦς εἰσαγαγόντες συνηλοίησαν καὶ παρανομωτάτῳ θανάτῳ διέφθειραν. τοιγάρτοι πάλιν οἱ πλούσιοι κρατήσαντες ἅπαντας ὧν κύριοι κατέστησαν μετὰ τῶν τέκνων κατεπίττωσαν. ὧν καιομένων φασὶν ἄλλα τε πολλὰ γενέσθαι τέρατα καὶ ἐλαίαν ἱερὰν αὐτομάτην ἀναφθῆναι. διόπερ ὁ θεὸς ἐπὶ πολὺν χρόνον ἀπήλαυνεν αὐτοὺς τοῦ μαντείου καὶ ἐπερωτώντων διὰ τίνα αἰτίαν ἀπελαύνονται εἶπεν· καί μοι Γεργίθων τε φόνος μέλει ἀπτολεμίστων πισσήρων τε μόρος καὶ δένδρεον αἰεὶ ἀθαλλές. Κλέαρχος δὲ ἐν τετάρτῳ Βίων (FHG II 306) ζηλώσαντάς φησι τοὺς Μιλησίους τὴν Κολοφωνίων τρυφὴν διαδοῦναι καὶ τοῖς πλησιοχώροις, ἔπειτ᾽ ὀνειδιζομένους λέγειν ἑαυτοῖς· ‘οἴκοι τὰ Μιλήσια κἀπιχώρια καὶ μὴ ἐν τῷ μέσῳ.’

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme