Book 12
31
Κολοφώνιοι δ᾽, ὥς φησι Φύλαρχος, τὴν ἀρχὴν ὄντες σκληροὶ ἐν ταῖς ἀγωγαῖς, ἐπεὶ εἰς τρυφὴν ἐξώκειλαν πρὸς Λυδοὺς φιλίαν καὶ συμμαχίαν ποιησάμενοι, προῄεσαν διησκημένοι τὰς κόμας χρυσῷ κόσμῳ, ὡς καὶ Ξενοφάνης φησὶν ἁβροσύνας δὲ μαθόντες ἀνωφελέας παρὰ Λυδῶν ὄφρα τυραννίης ἦσαν ἄνευ στυγερῆς, ᾔεσαν εἰς ἀγορὴν παναλουργέα φάρε’ ἔχοντες, οὐ μείους ὥσπερ χίλιοι εἰς ἐπίπαν, αὐχαλέοι, χαίτῃσιν ἀγαλλομεν εὐπρεπέεσσιν ἀσκητοῖς ὀδμὴν χρίμασι δευόμενοι. οὕτω δ’ ἐξελύθησαν διὰ τὴν ἄκαιρον μέθην ὥστε τινὲς αὐτῶν οὔτε ἀνατέλλοντα τὸν ἥλιον οὔτε δυόμενον ἑωράκασιν. νόμον τε ἔθεντο, ὃς ἔτι καὶ ἐφ’ ἡμῶν ἦν, τὰς αὐλητρίδας καὶ τὰς ψαλτρίας καὶ πάντα τὰ τοιαῦτα τῶν ἀκροαμάτων τὰ μισθώματα λαμβάνειν ἀπὸ πρωὶ μέχρι μέσου ἡμέρας καὶ μέχρι λύχνων ἁφῶν· ἀπὸ δὲ τούτου τὴν λοιπὴν νύκτα ἦσαν πρὸς τῷ μεθύειν. Θεόπομπος δ’ ἐν πεντεκαιδεκάτῃ Ἱστοριῶν χιλίους φησὶν ἄνδρας αὐτῶν ἁλουργεῖς φοροῦντας στολὰς ἀστυπολεῖν ὃ δὴ καὶ βασιλεῦσιν σπάνιον τότ’ ἦν καὶ περισπούδαστον. ἰσοστάσιος γὰρ ἦν ἡ πορφύρα πρὸς ἄργυρον ἐξεταζομένη, τοιγαροῦν διὰ τὴν τοιαύτην ἀγωγὴν ἐν τυραννίδι καὶ στάσεσι γενόμενοι αὐτῇ πατρίδι διεφθάρησαν. ταὐτὰ εἴρηκεν περὶ αὐτῶν καὶ Διογένης ὁ Βαβυλώνιος ἐν τῷ πρώτῳ τῶν Νόμων, κοινῶς δὲ περὶ πάντων ᾽Ἰώνων τρυφῆς Ἀντιφάνης ἐν Δωδώνῃ τάδε λέγει· πόθεν οἰκήτωρ, ἤ τις Ἰώνων τρυφεραμπεχόνων ἁβρὸς ἡδυπαθὴς ὄχλος ὥρμηται; ἐν· ᾽ Θεόφαστοσι δ’ ἐν τῷ περὶ Ἡδονῆς καὶ δὴ καὶ τοὺς Ἴωνάς φησι διὰ τὴν ὑπερβολὴν τῆς τρυφῆς ἔτι καὶ νῦν ἡ χρυσῆ παροιμία διαμεμένηκε