Book 12
34
διαβόητοι δ’ εἰσὶ περὶ τρυφὴν ΣΙΚΕΛΙΩΤΑΙ τε καὶ ΣΥΡΑΚΟΣΙΟΙ, ὡς καὶ Ἀριστοφάνης φησὶν ἐν Δαιταλεῦσιν (I 446 K)· ἀλλ’ οὐ γὰρ ἔμαθε ταῦτ’ ἐμοῦ πέμποντος, ἀλλὰ μᾶλλον πίνειν, ἔπειτ’ ᾄδειν κακῶς, Συρακοσίαν τράπεζαν Συβαρίτιδάς τ’ εὐωχίας καὶ Χῖον ἐκ Λακαινᾶν ... Πλάτων δ’ ἐν ταῖς Ἐπιστολαῖς (7 p. 326b) φησιν· ‘ταύτην δὴ τὴν διάνοιαν ἔχων εἰς Ἰταλίαν τε καὶ Σικελίαν ἦλθον ὅτε πρῶτον ἀφικόμην. ἐλθόντα δέ με ὁ ταύτῃ βίος οὐδαμῇ οὐδαμῶς ἤρεσεν, δίς τε τῆς ἡμέρας ἐμπιπλάμενον ζῆν καὶ μηδέποτε κοιμώμενον μόνον νύκτωρ καὶ ὅσα τούτῳ ἐπιτηδεύματα συνέπεται τῷ βίῳ. ἐκ γὰρ τούτων τῶν ἐθῶν οὔτ’ ἂν φρόνιμος οὐδείς ποτε γενέσθαι τῶν ὑπὸ τὸν οὐρανὸν ἀνθρώπων ἐκ νέου ἐπιτηδεύων δύναιτο, σώφρων δ’ οὐδ᾽ ἂν μελλήσαι ποτὲ γενέσθαι.’ κἀν τρίτῳ δὲ Πολιτείας γράφει οὕτως (p. 404d)· ‘Συρακοσίαν δέ, ὦ φίλε, τράπεζαν καὶ Σικελικὴν ποικιλίαν ὄψου, ὡς ἔοικας, οὐκ αἰνεῖς· ψέγεις δὲ καὶ Κορινθίαν κόρην φίλην εἶναι ἀνδράσιν μέλλουσιν εὖ σώματος ἕξειν καὶ Ἀττικῶν πεμμάτων τὰς δοκούσας εἶναι εὐπαθείας.’