Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 12

43 ἐν δὲ τῇ τρισκαιδεκάτῃ τῶν Φιλιππικῶν περὶ Χαβρίου τοῦ Ἀθηναίου ἱστορῶν φησιν οὐ δυνάμενος δὲ ζῆν ἐν τῇ πόλει τὰ μὲν διὰ τὴν ἀσέλγειαν καὶ διὰ τὴν πολυτέλειαν τὴν αὑτοῦ τὴν περὶ τὸν βίον, τὰ δὲ διὰ τοὺς Ἀθηναίους· ἅπασι γάρ εἰσι χαλεποί· διὸ καὶ εἵλοντο αὐτῶν οἱ ἔνδοξοι ἔξω τῆς πόλεως καταβιοῦν, Ἰφικράτης μὲν ἐν Θρᾴκῃ, Κόνων δ’ ἐν Κύπρῳ, Τιμόθεος δ’ ἐν Λέσβῳ, Χάρης δ’ ἐν Σιγείῳ, καὶ αὐτὸς ὁ Χαβρίας ἐν Αἰγύπτῳ. καὶ περὶ τοῦ Χάρητος ἐν τῇ πέμπτῃ καὶ τεσσαρακοστῇ φησιν Χάρητός τε νωθροῦ τε ὄντος καὶ βραδέος, καίτοι γε καὶ πρὸς τρυφὴν ἤδη ζῶντος· ὅς γε περιήγετο στρατευόμενος αὐλητρίδας καὶ ψαλτρίας καὶ πεζὰς ἑταίρας, καὶ τῶν χρημάτων τῶν εἰσφερομένων εἰς τὸν πόλεμον τὰ μὲν εἰς ταύτην τὴν ὕβριν ἀνήλισκε, τὰ δ’ αὐτοῦ κατέλειπεν Ἀθήνησιν τοῖς τε λέγουσιν καὶ τὰ ψηφίσματα γράφουσιν καὶ τῶν ἰδιωτῶν τοῖς δικαζομένοις· ἐφ’ οἷς ὁ δῆμος ὁ τῶν Ἀθηναίων οὐδεπώποτε ἠγανάκτησεν, ἀλλὰ διὰ ταῦτα καὶ μᾶλλον αὐτὸν ἠγάπων οἱ πολῖται, καὶ δικαίως· καὶ γὰρ αὐτοὶ τοῦτον τὸν τρόπον ἔζων, ὥστε τοὺς μὲν νέους ἐν τοῖς αὐλητριδίοις καὶ παρὰ ταῖς ἑταίραις διατρίβειν, τοὺς δὲ μικρὸν ἐκείνων πρεσβυτέρους ἐν πότοις καὶ κύβοις καὶ ταῖς τοιαύταις ἀσωτίαις, τὸν δὲ δῆμον ἅπαντα πλείω καταναλίσκειν εἰς τὰς κοινὰς ἑστιάσεις καὶ κρεανομίας ἤπερ εἰς τὴν τῆς πόλεως διοίκησιν. ἐν δὲ τῷ ἐπιγραφομένῳ τοῦ Θεοπόμπου συγγράμματι περὶ τῶν ἐκ Δελφῶν συληθέντων Χρημάτων Χάρητι, φησί, τῷ Ἀθηναίῳ διὰ Λυσάνδρου τάλαντα ἑξήκοντα. ἀφ’ ὧν ἐδείπνισενι Ἀθηναίους ἐν τῇ ἀγορᾷ θύσας τὰ ἐπινίκια τῆς γενομένης μάχης πρὸς τοὺς Φιλίππου ξένους. ὧν ἡγεῖτο μὲν Ἀδαῖος ὁ ᾽ Ἀλεκτρυὼν ἐπικαλούμενος· περὶ οὗ καὶ ʽ Ἡρακλείδης ὁ τῶν κωμῳδιῶν ποιητὴς μέμνηται οὕτως ἀλεκτρυόνα τὸν τοῦ Φιλίππου παραλαβὼν· ἀωρὶ κοκκύζοντα καὶ πλανώμενον κατέκοψεν οὐ γὰρ εἶχεν οὐδέπω λόφον. ἕνα κατακόψας μάλα συχνοὺς ἐδείπνισεν Χάρης Ἀθηναίων τόθ’ ὡς γενναῖος ἦν. τὰ αὐτὰ ἱστορεῖ καὶ Δοῦρις.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme