Book 12
45
Περικλέα δὲ τὸν Ὀλύμπιόν φησιν Ἡρακλείδης ὁ Ποντικὸς ἐν τῷ περὶ Ἡδονῆς ὡς ἀπήλλαξεν ἐκ τῆς οἰκίας τὴν γυναῖκα καὶ τὸν μεθ’ ἡδονῆς βίον προείλετο ᾤκει τε μετ’ Ἀσπασίας τῆς ἐκ Μεγάρων ἑταίρας καὶ τὸ πολὺ μέρος τῆς οὐσίας εἰς ταύτην κατανάλωσε. Θεμιστοκλῆς δὲ οὔπω Ἀθηναίων μεθυσκομένων οὐδ’ ἑταίραις χρωμένων ἐκφανῶς τέθριππον ζεύξας ἑταιρίδων διὰ τοῦ Κεραμεικοῦ πληθύοντος ἑωθινὸς ἤλασεν. ἀμφιβόλως δ’ αὐτὸ εἴρηκεν ὁ Ἰδομενεύς, εἴτε ἑταίρας τέτταρας συνυπέζευξεν ὡς ἵππους εἴτ’ ἀνεβίβασεν αὐτὰς ἐπὶ τό τέθριππον. Πόσσις δ’ ἐν τρίτῳ Μαγνητικῶν τὸν Θεμιστοκλέα φησὶν ἐν Μαγνησίᾳ τὴν στεφανηφόρον ἀρχὴν ἀναλαβόντα θῦσαι Ἀθηνᾷ καὶ τὴν ἑορτὴν Παναθήναια ὀνομάσαι καὶ Διονύσῳ Χοοπότῃ θυσιάσαντα καὶ τὴν Χοῶν ἑορτὴν αὐτόθι καταδεῖξαι. Κλέαρχος δ’ ἐν πρώτῳ περὶ Φιλίας τὸν Θεμιστοκλέα φησὶ τρίκλινον οἰκοδομησάμενον περικαλλέστατον ἀγαπᾶν ἂν ἔφησεν, εἰ τοῦτον φίλων πληρώσειεν.
46
χαμαιλέων δ’ ὁ Ποντικὸς ἐν τῷ περὶ Ἀνακρέοντος προθεὶς τὸ ξανθῇ δ’ Εὐρυπύλῃ μέλει ὁ περιφόρητος Ἀρτέμων, τὴν προσηγορίαν ταύτην λαβεῖν τὸν Ἀρτέμωνα διὰ τὸ τρυφερῶς βιοῦντα περιφέρεσθαι ἐπὶ κλίνης. καὶ γὰρ Ἀνακρέων αὐτὸν ἐκ πενίας εἰς τρυφὴν ὁρμῆσαί φησιν ἐν τούτοις· πρὶν μὲν ἔχων βερβέριον, καλύμματ’ ἐσφηκωμένα, καὶ ξυλίνους ἀστραγάλους ἐν ὠσὶ καὶ ψιλὸν περὶ πλευρῇσι δέρριον βοός, νήπλυτον εἴλυμα κακῆς ἀσπίδος, ἀρτοπώλισιν κἀθελοπόρνοισιν ὁμιλέων ὁ πονηρὸς Ἀρτέμων, κίβδηλον εὑρίσκων βίον, πολλὰ μὲν ἐν δουρὶ τιθεὶς αὐχένα, πολλὰ δ’ ἐν τροχῷ, πολλὰ δὲ νῶτα σκυτίνῃ μάστιγι θωμιχθείς, κόμην πώγωνὰ τ’ ἐκτετιλμένος· νῦν δ’ ἐπιβαίνει σατινέων, χρύσεα φορέων καθέρματα, πάις Κύκης, καὶ σκιαδίσκην ἐλεφαντίνην φορεῖ γυναιξὶν αὕτως