Book 12
6
διόπερ καὶ Μεγακλείδης (FHG IV 443) ἐπιτιμᾷ τοῖς μεθ’ Ὅμηρον καὶ Ἡσίοδον ποιηταῖς ὅσοι περὶ Ἡρακλέους εἰρήκασιν ὡς στρατοπέδων ἡγεῖτο καὶ πόλεις ᾕρει· ‘ὃς μεθ᾽ ἡδονῆς πλείστης τὸν μετ’ ἀνθρώπων βίον διετέλεσε, πλείστας μὲν γυναῖκας γήμας, ἐκ πλείστων δὲ λάθρᾳ παρθένων παιδοποιησάμενος. εἴποι γὰρ ἄν τις πρὸς τοὺς οὐ ταῦτα παραδεχομένους· ‘πόθεν, ὦ οὗτοι, τὴν περὶ τὰς ἐδωδὰς αὐτῷ σπουδὴν ἀνατίθετε, ἢ πόθεν παρῆλθεν εἰς τοὺς ἀνθρώπους τὸ τῆς λοιβαίας κύλικος μηδὲν ὑπολείπεσθαι, εἰ μὴ τὰ περὶ τὰς ἡδονὰς ἐδοκίμαζεν, ἢ διὰ τί τὰ θερμὰ λουτρὰ τὰ φαινόμενα ἐκ τῆς γῆς πάντες Ἡρακλέους φασὶν εἶναι ἱερά, ἢ διὰ τί τὰς μαλακὰς στρωμνὰς Ἡρακλέους κοίτας εἰώθασι καλεῖν, εἰ κατεφρόνει τῶν ἡδέως ζώντων;’ τοῦτον οὖν, φησίν, οἱ νέοι ποιηταὶ κατασκευάζουσιν ἐν λῃστοῦ σχήματι μόνον περιπορευόμενον, ξύλον ἔχοντα καὶ λεοντῆν καὶ τόξα· καὶ ταῦτα πλάσαι πρῶτον Στησίχορον τὸν Ἱμεραῖον. καὶ Ξάνθος δ’ ὁ μελοποιός, πρεσβύτερος ὢν Στησιχόρου, ὡς καὶ αὐτὸς ὁ Στησίχορος μαρτυρεῖ (fr. 57 B4), ὥς φησιν ὁ Μεγακλείδης, οὐ ταύτην αὐτῷ περιτίθησι τὴν στολήν, ἀλλὰ τὴν Ὁμηρικήν. πολλὰ δὲ τῶν Ξάνθου παραπεποίηκεν ὁ Στησίχορος, ὥσπερ καὶ τὴν Ὀρέστειαν καλουμένην. Ἀντισθένης δὲ τὴν ἡδονὴν ἀγαθὸν εἶναι φάσκων προσέθηκεν τὴν ἀμεταμέλητον.